[ ] Phokis — Delphi — 161/0 BC?
1 ἄρχοντος Ἀνδρονίκου, μηνὸς Ἰλαίου, ἀ[π]έδοντο {Γ} Ἱεροκλῆς, Θεογένης τῶι Ἀπόλλωνι
τῶι Πυθίωι σώματα γυναικεῖα αἷ[ς] ὀνόματα Ἀθηναιὶς καὶ Ὀνάσιον τιμᾶς ἀργυ-
ρίου μνῶν [δ]έ̣κα, καθὼς ἐπίστευσαν Ἀθηναιὶς καὶ Ὀνάσιον τὰν ὠνὰν τῶι θε-
ῶι ὡς ἐλευθέρας εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιω-
5 τὴρ κατὰ τὸν νόμον Εὔδοκος. μάρτυροι οἱ ἱερεῖς(!) Ἀμύντας, καὶ τῶν ἀρχόντων
Ἄρχων Καλλία, ἰδιῶται Εὔδοκος, Εὐκλείδας, Ἀστόξενος, Μένης, Πανταί-
νετος, Λάδικος Δελφοί, Εὔνικος, Δαμότιμος Ἀμφισσεῖς.
Search Help
Contact Us