[ ]
Phokis — Delphi — 161/0 BC?
1 | ἄρχοντος Ἀνδρονίκου, μηνὸς Ἰλαίου, ἀ[π]έδοντο {Γ} Ἱεροκλῆς, Θεογένης τῶι Ἀπόλλωνι |
τῶι Πυθίωι σώματα γυναικεῖα αἷ[ς] ὀνόματα Ἀθηναιὶς καὶ Ὀνάσιον τιμᾶς ἀργυ- | |
ρίου μνῶν [δ]έ̣κα, καθὼς ἐπίστευσαν Ἀθηναιὶς καὶ Ὀνάσιον τὰν ὠνὰν τῶι θε- | |
ῶι ὡς ἐλευθέρας εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιω- | |
5 | τὴρ κατὰ τὸν νόμον Εὔδοκος. μάρτυροι οἱ ἱερεῖς(!) Ἀμύντας, καὶ τῶν ἀρχόντων |
Ἄρχων Καλλία, ἰδιῶται Εὔδοκος, Εὐκλείδας, Ἀστόξενος, Μένης, Πανταί- | |
νετος, Λάδικος Δελφοί, Εὔνικος, Δαμότιμος Ἀμφισσεῖς. |