[ ]
Phokis — Delphi — 161/0 BC?
1 | ἄρχοντος Ἀνδρονίκου τοῦ Φρικίδα, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Ἄρχω- |
νος τοῦ Καλλία, Νικομάχου τοῦ Δεξίππου, γραμματεύοντος Ἀθάμβου τοῦ Ἁβρομά- | |
χου, μηνὸς Ἰλαίου, ἀπέδοτο Εὐκράτης Χάρητος Λιλαιεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
σῶμα γυναικεῖον, ἇι ὄνομα Νικοβούλα, καὶ τὰ ἐνδύματα τὰ Νικοβούλας πάντα καὶ τὰ χρυσία | |
5 | τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων καὶ τὰν τιμὰν ἔχει· βεβαιωτὴρ κατ[ὰ τ]οὺς νόμους τᾶς |
πόλιος Ξενοκράτης Καλλιτέλεος Λιλαιεύς, καθὼς ἐπίστευσαν τῶι θεῶι | |
τὰν ὠνάν, ὅπως ἐλευθέρα ἦται Νικοβούλα ἐπί κα μεταλλάξῃ τὸν βίον Εὐκράτης· | |
εἰ δέ τις καταδουλίζοιτο Νικοβούλαν μεταλλάξαντος Εὐκράτεος τὸν βίον, κυρί- | |
α ἔστω ἅ τε πόλις τῶν Δελφῶν καὶ ἄλλος ὁ θέλων συλέοντες καὶ προϊστάμε- | |
10 | νοι ἀζάμιοι καὶ ἀνυπόδικοι ὄντες. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύν- |
τας, ἰδιῶται Ἄρχων, Καλλίστρατος Δελφοί, Τιμογένης, Τιμοκράτης, Κᾶφις, Ἀρχέστρα- | |
τος Λιλαιεῖς. |