[ ] Phokis — Delphi — 161/0 BC?
1 ἄρχοντος Ἀνδρονίκου τοῦ Φρικίδα, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Ἄρχω-
νος τοῦ Καλλία, Νικομάχου τοῦ Δεξίππου, γραμματεύοντος Ἀθάμβου τοῦ Ἁβρομά-
χου, μηνὸς Ἰλαίου, ἀπέδοτο Εὐκράτης Χάρητος Λιλαιεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι
σῶμα γυναικεῖον, ἇι ὄνομα Νικοβούλα, καὶ τὰ ἐνδύματα τὰ Νικοβούλας πάντα καὶ τὰ χρυσία
5 τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων καὶ τὰν τιμὰν ἔχει· βεβαιωτὴρ κατ[ὰ τ]οὺς νόμους τᾶς
πόλιος Ξενοκράτης Καλλιτέλεος Λιλαιεύς, καθὼς ἐπίστευσαν τῶι θεῶι
τὰν ὠνάν, ὅπως ἐλευθέρα ἦται Νικοβούλα ἐπί κα μεταλλάξῃ τὸν βίον Εὐκράτης·
εἰ δέ τις καταδουλίζοιτο Νικοβούλαν μεταλλάξαντος Εὐκράτεος τὸν βίον, κυρί-
α ἔστω ἅ τε πόλις τῶν Δελφῶν καὶ ἄλλος ὁ θέλων συλέοντες καὶ προϊστάμε-
10 νοι ἀζάμιοι καὶ ἀνυπόδικοι ὄντες. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύν-
τας, ἰδιῶται Ἄρχων, Καλλίστρατος Δελφοί, Τιμογένης, Τιμοκράτης, Κᾶφις, Ἀρχέστρα-
τος Λιλαιεῖς.
Search Help
Contact Us