[ ] Phokis — Delphi — 268/7 BC? — SGDI 2671
1 θεοί.
Δελφοὶ ἔδωκαν Ἀριστομένει Ἀπατουρίου Ῥοδίωι αὐτῶι καὶ ἐκγόνοις
προξενίαν, προμαντείαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν
πάντων καὶ τἄλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις.
5 ἄρχοντος Ἀθάμβου, βουλευόντων Ἀρισταγόρα, Πλείστωνος, Δάμωνος.
Search Help
Contact Us