[ ] Phokis — Delphi — 269/8? 268/7? BC — SGDI 2591
1 θεοί.
Δελφοὶ ἔδωκαν Λυάνδρωι, Ὀνυμακλεῖ Ἀναξίλα
Αἰγινάταις αὐτοῖς καὶ ἐκγόνοις προξενίαν, προ-
μαντείαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλει-
5 αν πάντων καὶ τἄλλα ὅσα καὶ τοῖς ἄλλοις προξέ-
νοις καὶ εὐεργέταις. ἄρχοντος Εὐκλέους, βου-
λευόντων Ἁγήτορος, Ξενοδόκου, Θρασυμάχου,
Ἀρισταγόρα.
Search Help
Contact Us