[ ] Phokis — Delphi — ca. 276/5 BC?
1 Κλεοσθένει Ἀνδρονίκου Αἰτωλῶι ἐξ Ἡρα-
κλείας Δελφοὶ ἔδωκαν προξενίαν, αὐτῶι
καὶ ἐκγόνοις, προμαντείαν, προεδρίαν, προδι-
κίαν, ἀσυλίαν, ἀτέλειαν πάντων, εἶμεν δὲ
5 αὐτῶι καὶ γᾶς καὶ οἰκίας ἔμπασιν καὶ τἄλλα ὅσα
καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις.
ἄρχοντος Ἀριστίωνος, βουλευόντων
Δάμωνος, Μενάνδρου, Κλεοτίμου.
Search Help
Contact Us