[ ] Phokis — Delphi — 249/8 BC — SGDI 2667
1 θεοί.
Δελφοὶ ἔδωκαν Πρωτολάωι vac. Μαλιεῖ ἐξ Ἐχίνου αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προμαντεί-
αν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων καὶ τἄλλα ὅσα καὶ τοῖς ἄλλοις προξέ-
νοις καὶ εὐεργέταις. ἄρχοντος Εὐκλέους, βουλευόντων Ἡρακλείδα, Ἀθάμβου, Κλε[υ]μάντιος.
Search Help
Contact Us