[ ] Phokis — Delphi — 262/1 BC — SIG(3) 494; SGDI 2522
1 Πειθαγόρα ἄρχοντος, πυλαίας ὀπωρινῆς, ἱερομνημονούντων Αἰτωλῶν Τελέσωνος, Βίττου, Λεοντομένους, Δρωπάκου, Βούκ̣[ριος],
Ὁμάρου, Χηρία· Δελφῶν Λύσωνος, Ζακυνθίου· Φωκέων Νικάρχου, Τιμασικράτους· Βοιωτῶν Οἰνάδου, Ξενοφάνους· γρα[μματεύ]-
οντος Μελανθίου Αἰτωλοῦ· ἐπειδὴ καλῶς καὶ δικαίως Ἀγάθων ὁ ἀρχιτέκτων τοῦ ναοῦ τὴν ἐπιμέλειαν τῶν ἔργων ἐποιή[σατο τῶν]
ὑπὸ τοῦ θεοῦ καὶ τῶν Ἀμφικτιόνων, καὶ μετ’ ἐκεῖνον ὁ ὑὸς αὐτοῦ Ἀγασικράτης, καὶ νῦν Ἀγαθοκλῆς, ἐπεὶ διέπαυσε τὸμ̣ [βίον ὀ πατὴρ]
5 Ἀγασικράτης· ἔδοξε τοῖς ἱερομνήμοσι, τὴν αὐτὴν εἶναι προδικίαν καὶ ἀσφάλειαν Δάμωνι καὶ αὐτῶι καὶ τοῖς ὑπάρχουσιν αὐτῶι, κα[ὶ πολέμου καὶ εἰρή]-
νης, ἥμπερ καὶ τῶι ἀδελφῶι Ἀγαθοκλεῖ· ἐὰν δέ τις αὐτὸν ἄγηι ἢ τῶν τούτου τι, τὸμ μὲν ἄγοντα ἀποτεῖσαι χιλίους στατῆρας ἱερ[οὺς τῶι Ἀπόλλωνι, καὶ]
Δάμωνι ὑπόδικον εἶναι ἐν ἱερομνήμοσιν· τὴν δὲ πόλιν τῶν Δελφῶν καὶ τῶν ἄλλων ὃς ἂν παρ[ατυγχάνηι Ἀμφικτιό]ν̣ω̣ν̣ [Δ]άμω[νι κυρίους εἶναι πράσσον]-
TAS, E)A\M MH/ TIS A)/GHI PRO\S I)/DION SUMBO/LAION E)GKALW=N TI AU)TW=I *DA/MWNI: A)NAGRA/YAI D?E\? [T]O\ Y[H/FISMA TO/DE _ _ _ _ _ _ _ _ _ TO\N GRAMMATE/A%1]
τῶν ναοποιῶν ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος.
Search Help
Contact Us