[ ] Phokis — Delphi — 266/5 BC — SGDI 2585
1 θεοί.
Δελφοὶ ἔδωκαν Μολύκκωι Ἀμενέα Θεσσα-
λῶι ἐγ Λαρίσας καὶ τοῖς ὑοῖς Ἀμενέαι, Ἀδάμαν-
τι, Ἀσάνδρωι καὶ αὐτοῖς καὶ ἐκγόνοις προξενί-
5 αν, προμαντείαν, προεδ<ρ>ίαν, προδικίαν ποτὶ Δελ-
φούς, ἀσυλίαν, ἀτέλειαν πάντων καὶ τἄ[λλα]
ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργ[έται]-
ς. ἄρχοντος Πλείστωνος, βουλευόντων [Ἀρισ]-
τομάχου, Ἀριστείδα, Ἐπαρμόστου, [Στράτω]-
10 [νος, Ἀρχ]ιάδα.
Search Help
Contact Us