[ ] Phokis — Delphi — 266/5 BC — SGDI 2584
1 θεοί.
Δελφοὶ ἔδωκαν Λυκόφρονι Πολυάρχου Νησιώτηι
αὐτῶι καὶ ἐκγόνοις προξενίαν, εὐεργεσίαν, προ-
μαντείαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλει-
5 αν πάντων καὶ τἄλλα ὅσα καὶ τοῖς ἄλλοις προξέ-
νοις καὶ εὐεργέταις. ἄρχοντος Πλείστωνος,
βουλευόντων Ἀριστομάχου, Ἐπαρμόστου, Ἀριστ[εί]-
δα, Στράτωνος, Ἀρχιάδα.
Search Help
Contact Us