[ ] Phokis — Delphi — ca. 80 BC
1 [ἄρχοντος Δαμοκράτεος, μηνὸς — — — — — — — —, βουλευόντων Κ]λεάνδρου, Ἰατάδα, Ἀρισ[τίωνο]ς, Καλλία,
[ἐπὶ τοῖσδε ἀπέδοτο Ἁβρόμαχος — — — τῶ Ἀπόλλ]ωνι τῶ Πυθίω σ[ῶ]μα ἀνδρεῖο[ν παι]δάριον ὧι
[ὄνομα Ἀγαθοκλῆς, τιμ]ᾶς ἀργυ̣[ρίου μνᾶν ․․․․․] καὶ τὰν τιμὰν ἔχει πᾶσαν. [βεβ]αιωτὴρ κατὰ τὸν νόμον
[τᾶς πόλιος Εὔδωρος] Νικοστράτ[ου, καθὼς] ἐπίστευσε Ἀγαθοκλῆς τὰν ὠ[ν]ὰν τῶι θεῶι, ἐφ’ ὧτε ἐλεύ-
5 [θερος καὶ ἀνέφ]απτος ἔσται ἀπὸ πά[ντω]ν τὸν πάντα χρόνον, ποιῶν ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέ-
[λη. εἰ δέ τις ἐ]φάπτοιτο Ἀγαθοκλέος [ἐπὶ κ]αταδουλισμῶι, βέβαιον παρεχόντω τὰν ὠνὰν τῶ θεῶ ὅ τε
[ἀποδόμ]ε̣νος Ἁβρόμαχος καὶ ὁ βεβαι[ωτὴ]ρ Εὔδωρος· εἰ δὲ μὴ παρέχοιν βέβαιον τὰν ὠνὰν τῶ θεῶ, πρά-
[κτιμο]ι ἐόντω κ[α]τὰ τὸν νόμον, καὶ ὁμ[οίω]ς κύριοι ἐόντω συλέοντες οἱ περιτυχόντες Ἀγαθοκλῆ ὡς ἐλεύθε-
[ρο]ν ὄντα καὶ ἀνέφαπτ[ον] ἀπὸ πάντων, ἀ̣[ζά]μιοι ὄντες καὶ ἀνυπόδικοι οἱ συλέοντες πάσας δίκας καὶ ζαμίας.
10 παραμεινάτω δὲ Ἀγαθοκλῆς παρὰ Ἁβρ[ό]μαχον ἕως κα ζῆ Ἁβρόμαχος, ποιῶν τὸ ἐπιτασσόμενον πᾶν τὸ δυνα-
τὸν ἀνεγκλήτως· εἰ δὲ μὴ παραμένοι, κύ[ριο]ς ἔστω Ἁβρόμαχος καὶ πωλέων Ἀγαθοκλῆ καὶ ὑποτιθείς· εἰ δὲ
μὴ ποιέοι τὸ ἐπιτασσόμενον πᾶν τὸ δυν̣[α]τόν, κύριος <ἔσ>τω Ἁβρόμαχος ἐπιτιμέων τρόπω ὧ κα θέλη, πλὰν μή <πωλέων>.
μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Καλλία[ς], Ξενοκράτης καὶ ὁ νεωκόρο<ς> Κλεόδαμος καὶ Βαβύλος Λαιάδα, Εὐκ[λ]είδας Ἡρα-
κλείδα, Ἐμμενίδας Καλλία, Δίων.
Search Help
Contact Us