[ ] Phokis — Delphi — undated — SGDI 2324
1 [ἄρχοντος — — — — — — — — — τ]οῦ Διοδώρου, μηνὸς Ἡρ̣α̣[— — — — — — — —]
[— — — — — — — — — — — — — — — — τοῦ] Αἰακίδα, Ἁγίωνος τοῦ Δίω[νος]
[— — — — — — — — — — — — — — — — — —] τοῦ Ἀθανίωνος, ἀπέδοντο Ἀ[γαθοκλέα]
[καὶ Εὐγένεα, συνευδοκ]έοντος καὶ τοῦ υἱοῦ Ἀγαθοκλ[έας τῶι Ἀ]-
5 [πόλλωνι τῶι Πυθίωι σῶμα γ]υναικεῖον κοράσιον ἇι ὄνομα Ὀ[νασίφο]-
[ρον, οἰκογ]ε̣νῆ, τιμᾶς ἀργυ[ρί]ου μνᾶν τριῶν καὶ τὰν τει[μὰν ἔχοντι]
[πᾶσαν], καθὼς ἐπίστευσε [Ὀνασίφορον τῶ]ι θεῶι τὰν ὠνὰν, [ἐφ’ ὧιτε]
[ἐλε]υθέραν εἶ[με]ν καὶ ἀνέ[φαπτον ἀπὸ πάντων] τὸν πάντα [βίον. βεβαιω]-
[τ]ὴρ κατὰ [τοὺς νόμους τᾶς πόλιος· Δείνων Δαμοστράτου. παραμει]-
10 [νάτω δὲ Ὀνασίφορον Ἀγαθοκλέα καὶ Εὐγενέα ἕως κα ζώωντι ποιέου]-
σα τὸ ἐπιτασόμενον πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ ποιέοι, ουσίαν]
ἐχέτωσ[α]ν ἐπιτιμέουσαι Ὀνασιφόρωι τρόπω ὧ[ι] κα θέ[λωντι]
καὶ μαστιγοῦ[σα]ι καὶ διδέουσαι πλὰν μὴ πωλέουσα[ι. εἰ δὲ θέ]-
λοι προαπελθεῖν Ὀνασίφορον πρὸ τοῦ παραμεῖναι, τὸ π[αραχρῆμα]
15 δότω ἀργυρίου μνᾶς τρεῖς Ἀγαθοκλέα καὶ Εὐγενέα καὶ ἀπο[λελυμέ]-
να ἔστω τᾶς παραμονᾶς. εἰ δέ τις [ἐ]φ[ά]πτοιτο Ὀνασιφό[ρου ἐπὶ κα]-
ταδουλισμῶι, βέβαιον παρεχέτωσαν τῶι θεῶι τὰν ὠνὰ[ν αἵ τε ἀπο]-
δ[όμε]ναι καὶ ὁ βεβαιωτήρ. ὁμόως δὲ καὶ ὁ παρατυχὼν [κύριος]
[ἔστω σ]υ[λέ]ων Ὀνασίφορον [ἐ]λευθέραν οὖσαν ἀζ[άμιος ὢν — —]
Search Help
Contact Us