[ ]
Phokis — Delphi — ca. 139 BC — SGDI 2682
1 | [θεὸς] τύχαν ἀγαθάν. |
[ἄρχοντ]ος Σωσιπάτρου τοῦ Αἰακ[ί]δα, [βο]υ- | |
[λευόντ]ων τὰν πρώταν ἑξάμην[ο]ν Ἀντιγέ- | |
νεο[ς το]ῦ Διοδώρου, Ἁγίωνος τοῦ Κ[λ]εοδάμ[ου], | |
5 | γραμ[μα]τεύοντος δὲ Ὑβρία τοῦ Ξέν[ω]νος, [ἐ]πε[ὶ] |
Ἁγίων Κ[λ]ε[ο]δάμου ἐπελθὼν ἐπὶ τὰν ἐκκλησί- | |
αν διέλεγε ὑπὲρ Λαΐστα τοῦ Ἀντάνορος [Ἡ]ρα- | |
κλεώτα, διότι ἐκτενὴς καὶ εὔνους ὑπάρχει πο- | |
τί τε τὸ ἱερὸν [κ]αὶ τὰ[ν] πόλιν τῶν Δελφῶν καὶ π̣ε̣ρ[ὶ] | |
10 | πλείστου ποιείμ[ε]νος τὰν̣ ποτὶ τοὺς θεοὺς |
εὐσέβειαν αὐτοσ[αυ]τὸν εὔχρηστον [ἐ]μ παν̣τ̣ὶ̣ | |
καιρῶι παρασκευάζων καὶ κοινᾶι τᾶι πόλει καὶ κ̣[α]- | |
τ’ ἰδίαν τοῖς ἐντυγχανόντοις τῶν πολ[ι]τᾶν· ἐ̣ν̣ ἃ̣ | |
κά τις αὐτὸν παρακαλῆ, συμποτιγινόμενος με̣τὰ | |
15 | πάσας προθυμίας ἐν οἷς κα τυγχάνωντι χρε[ί]αν ἔ- |
χοντες, καὶ λέγων καὶ πράσσων διὰ παντὸς π̣ε̣ρ̣[ὶ] | |
τοῦ ἱεροῦ καὶ τᾶς πόλιος τῶν Δελφῶν· vacat ἀγαθᾶι | |
τύχαι· δεδόχθαι τᾶι πόλε[ι] τῶν Δελφῶν ἐν ἀγο- | |
ρᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις, [ἐ]παιν[έ]- | |
20 | σαι Λαίσταν Ἀντάνορος Ἡρακλεώταν ἐπί τε τ[ᾶι] |
προαιρέσει ἇι ἔχων διατελ[ε]ῖ ποτί τε τὸ ἱερὸν κ[αὶ] | |
τὰν πόλιν τῶν Δελφῶν καὶ ὑπάρχειν αὐτῶ[ι] καὶ ἐ[γ]- | |
γόνοις παρὰ τᾶς πόλιος προξενίαν, προμαντεία[ν], | |
προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων, προεδρίαν̣ | |
25 | ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι καὶ γᾶς [κ]αὶ |
οἰκίας ἔγκτησιν καὶ τἆλλα τίμια ὅσα καὶ τοῖς ἄ[λ]λο[ις] | |
προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει. Ἀνα- | |
γράψαι δὲ τὸ ψ[ά]φισμα τοὺς ἄρχοντας ἐν τῶι ἱ[ε]- | |
ρῶι τοῦ Ἀπόλλωνος ἐν τῶι ἐπιφανεστάτω[ι] | |
30 | τόπωι. |