[ ] Phokis — Delphi — ca. 139 BC — SGDI 2682
1 [θεὸς] τύχαν ἀγαθάν.
[ἄρχοντ]ος Σωσιπάτρου τοῦ Αἰακ[ί]δα, [βο]υ-
[λευόντ]ων τὰν πρώταν ἑξάμην[ο]ν Ἀντιγέ-
νεο[ς το]ῦ Διοδώρου, Ἁγίωνος τοῦ Κ[λ]εοδάμ[ου],
5 γραμ[μα]τεύοντος δὲ Ὑβρία τοῦ Ξέν[ω]νος, [ἐ]πε[ὶ]
Ἁγίων Κ[λ]ε[ο]δάμου ἐπελθὼν ἐπὶ τὰν ἐκκλησί-
αν διέλεγε ὑπὲρ Λαΐστα τοῦ Ἀντάνορος [Ἡ]ρα-
κλεώτα, διότι ἐκτενὴς καὶ εὔνους ὑπάρχει πο-
τί τε τὸ ἱερὸν [κ]αὶ τὰ[ν] πόλιν τῶν Δελφῶν καὶ π̣ε̣ρ[ὶ]
10 πλείστου ποιείμ[ε]νος τὰν̣ ποτὶ τοὺς θεοὺς
εὐσέβειαν αὐτοσ[αυ]τὸν εὔχρηστον [ἐ]μ παν̣τ̣ὶ̣
καιρῶι παρασκευάζων καὶ κοινᾶι τᾶι πόλει καὶ κ̣[α]-
τ’ ἰδίαν τοῖς ἐντυγχανόντοις τῶν πολ[ι]τᾶν· ἐ̣ν̣ ἃ̣
κά τις αὐτὸν παρακαλῆ, συμποτιγινόμενος με̣τὰ
15 πάσας προθυμίας ἐν οἷς κα τυγχάνωντι χρε[ί]αν ἔ-
χοντες, καὶ λέγων καὶ πράσσων διὰ παντὸς π̣ε̣ρ̣[ὶ]
τοῦ ἱεροῦ καὶ τᾶς πόλιος τῶν Δελφῶν· vacat ἀγαθᾶι
τύχαι· δεδόχθαι τᾶι πόλε[ι] τῶν Δελφῶν ἐν ἀγο-
ρᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις, [ἐ]παιν[έ]-
20 σαι Λαίσταν Ἀντάνορος Ἡρακλεώταν ἐπί τε τ[ᾶι]
PROAIRE/SEI A(=I E)/XWN DIATEL[E]I= POTI/ TE TO\ I(ERO\N K[AI\]
τὰν πόλιν τῶν Δελφῶν καὶ ὑπάρχειν αὐτῶ[ι] καὶ ἐ[γ]-
γόνοις παρὰ τᾶς πόλιος προξενίαν, προμαντεία[ν],
προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων, προεδρίαν̣
25 ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι καὶ γᾶς [κ]αὶ
οἰκίας ἔγκτησιν καὶ τἆλλα τίμια ὅσα καὶ τοῖς ἄ[λ]λο[ις]
προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει. Ἀνα-
γράψαι δὲ τὸ ψ[ά]φισμα τοὺς ἄρχοντας ἐν τῶι ἱ[ε]-
ρῶι τοῦ Ἀπόλλωνος ἐν τῶι ἐπιφανεστάτω[ι]
30 τόπωι.
Search Help
Contact Us