[ ] Phokis — Delphi — ca. 218-217 BC
l.1 [ἀγαθᾶ]ι τύχαι. [ἐπὶ ἄρχοντ]ος Στρατονίκου
[ἔδοξε] τᾶι πόλει τῶν [Χαλειῶ]ν· ἐπειδὴ
[Ἀριστοδ]άμ[α Ἀμ]ύντα Ζμυρναί[α] ἀπ’ Ἰωνίας
[ἐπέωμ] ποιήτρι[α] πα̣ρα̣[γε]ν̣ο̣μ̣[έ]να ΠΛΕΙ
5 [․5-6․․]Π․․․․․#⁷ΑΙ․Ι#⁷․․․․․ΤΟΙ․․#⁷Ι#⁷Ν
[․․․․10․․․․]#⁷Ν․․ΑΙ․․Ρ․Ε․ΥΕΤΟ․․․․#⁷ΟΥΣ
[․․․․10․․․․]ΝΟ․․․․․Τ․․ΛΙ․#⁷․․․․․․ΓΑΣ
[․․․․10․․․․]ΙΦ․․․․․․․․Ι․ΙΟΙ․Τ․․․․․․․#⁷
[․․․․․12․․․․․]Α․․ καὶ τῶν προγόνων τῶν τᾶ[ς]
10 [πόλιος ἁμῶν] μν[άμ]αν ἐποιήσατο· ὅπως οὖν
[φαινώμεθα τι]μέοντες αὐτὰν κατὰ τὸ ποθῖκον,
[ἐπαινέσαι αὐτὰν] ἐπί τε τᾶι εὐσεβείαι ἇι ἔχει ποτὶ
[τὸν θεὸν κα]ὶ τᾶς ποτὶ τὰν πόλιν εὐνοίας
[ἕνεκα καὶ στ]εφανῶσαι αὐτὰν δάφνας [ἱε]ρᾶ[ς]
15 [στεφάνωι τᾶ]ς παρὰ τοῦ θεοῦ καθὼς πάτριόν [ἐσ]τι
[Χαλειέοις· τὰ]ν δὲ ἀναγγελίαν ποιήσασθαι
[τὸν ἱεροκάρυκα] ἐν τ[ᾶ]ι παναγύρει τῶν Ποιτρο-
[πίων· πέμπε]σθαι δὲ αὐτᾶι καὶ ἀπὸ τᾶς
[πόλιος ἁμῶν γέρ]ας πα[ρ]ὰ τοῦ Ἀπόλλων[ο]ς
r.20 ἐκ τᾶς θυσίας μ̣ερί[δ]α [κρεῶν ἐπὶ τὰν ἑστίαν ἐν]
Ζμύρναν· εἶμεν δὲ αὐτὰν [πρόξενον καὶ εὐεργέτιν]
τᾶς πόλιος· δεδόσθαι δὲ αὐ[τᾶι παρὰ τᾶς πόλιος]
καὶ τοῖς ἐγγόνοις αὐτᾶς [κ]αὶ γ[ᾶς καὶ οἰκίας]
ἔγκτησιν καὶ ἀτέλειαν κα[ὶ ἀσυλίαν καὶ ἀσφάλειαν]
25 καὶ πολέμου καὶ εἰράνας κατὰ [γᾶν καὶ κατὰ]
θάλασσαν καὶ τἆλλα πάντ[α ὅσα καὶ τοῖς]
ἄλλοις προξένοις καὶ εὐεργ[έταις τᾶς πόλιος ὑπάρχει]·
ἀποστεῖλαι δὲ αὐτᾶι καὶ ξένια [ἀπὸ δραχμ]ᾶν
ἑκατόν· ὑπαρχέτω δὲ καὶ Διον[υσίωι τῶι] vacat
30 ἀδελφεῶι αὐτᾶς προξενία, πο[λιτεία, ἀ]τέλεια·
ὅπως δὲ καὶ πάντοις φανερὸν ἦι [τοῖς ἀφικνε]ιμένοις
ποτὶ τὸ ἱερὸν ὅτι ἁ πόλις τῶν Χαλ[ειέων π]ερὶ πολλοῦ
ποιεῖται τὸ τιμῆν τοὺς λέγειν ἢ γρά[φειν] περὶ τοῦ θεοῦ
προαιρειμένους, τὸ ψάφισμα τόδε [ἀναγρ]άψαι τὸν
35 ἐπιδα[μι]οργὸν Ἀρχα<γ>όραν μετὰ το[ῦ γραμ]ματέος
[Φ]ιλίου {Γ} [καὶ] ἀναθέμεν τὸ μὲν πα[ρὰ τὸν] ναὸν
τοῦ Ἀπό[λλ]ωνος τοῦ Νασιώτα, τὸ [δὲ ἐν Δ]ελφοῖς.
Search Help
Contact Us