[ ] Phokis — Delphi — beg. 1st c. BC
1 [ἐπ]εὶ [Νίκαν]δρος Σώσου Ἀντικυρεὺς εὔνους ὑπάρχων τᾶι πόλει τῶν
Δελφῶν διατελεῖ καὶ τῶν πολιτᾶν ἀεὶ τοῖς ἐντυγχανόντοι[ς]
ε̣ὔχρ̣η̣στον αὐτοσαυτὸν παρασκευάζει καὶ κοινᾶι καὶ κα[θ’] ἱδ[ί]-
[α]ν [περ]ὶ ὧν κά τις αὐτοῦ τυ<γ>χάνη χρείαν ἔχων, σπουδᾶς̣ [κ]αὶ φ̣ι̣λ̣ο̣-
5 [τιμίας] οὐ̣θ[ὲν] ἐν[λε][π]ω[ν], ὅπως οὖν καὶ ἁ πόλις φαίνηται τιμ[έου]-
[σα τοὺς ἀξ]ίους τῶν ἀν̣δ̣ρ̣ῶν καὶ εὐεργετεῖν αὐτὰν προαιρευ̣μέ-
νου̣ς̣· ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι πόλει τῶν {τῶν} Δελφῶν ἐν ἀγο-
ρᾶι τελείωι σὺμ̣ ψάφοις ταῖς ἐννόμοις, ἐπαινέσαι Νίκανδρον
Σώσου Ἀντικυρῆ ἐφ’ ἇι ἔχων εὐνοίαι διατελεῖ ποτὶ τὰν πόλιν ἁ-
10 μῶν καὶ ὑπάρχειν αὐ[τῶι] καὶ ἐγγόνοις πα<ρὰ> τᾶς πόλιος προξ[ε]νία[ν],
προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐμ πᾶσι
τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι καὶ γᾶς καὶ οἰκίας ἔγκτησιν καὶ
[τἆλλα τίμια] πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέτα[ις]
τᾶς πόλιος ὑπάρχει. ἄρχοντος Μένητος τοῦ Δ̣ά̣μωνος, βουλευόν̣-
15 των τὰν πρώταν ἑξάμηνον Δ̣ά̣μωνος τοῦ Διονυσίου, Πολύωνο[ς]
τοῦ [Θ̣]ε̣οξένου, γραμματεύοντος δὲ βουλᾶς Βούλωνος τοῦ Π[ει]-
σ̣ι̣σ̣τράτου.
Search Help
Contact Us