[ ]
Phokis — Delphi — beg. 1st c. BC
| 1 | [ἐπ]εὶ [Νίκαν]δρος Σώσου Ἀντικυρεὺς εὔνους ὑπάρχων τᾶι πόλει τῶν |
| Δελφῶν διατελεῖ καὶ τῶν πολιτᾶν ἀεὶ τοῖς ἐντυγχανόντοι[ς] | |
| ε̣ὔχρ̣η̣στον αὐτοσαυτὸν παρασκευάζει καὶ κοινᾶι καὶ κα[θ’] ἱδ[ί]- | |
| [α]ν [περ]ὶ ὧν κά τις αὐτοῦ τυ<γ>χάνη χρείαν ἔχων, σπουδᾶς̣ [κ]αὶ φ̣ι̣λ̣ο̣- | |
| 5 | [τιμίας] οὐ̣θ[ὲν] ἐν[λε]ί[π]ω[ν], ὅπως οὖν καὶ ἁ πόλις φαίνηται τιμ[έου]- |
| [σα τοὺς ἀξ]ίους τῶν ἀν̣δ̣ρ̣ῶν καὶ εὐεργετεῖν αὐτὰν προαιρευ̣μέ- | |
| νου̣ς̣· ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι πόλει τῶν {τῶν} Δελφῶν ἐν ἀγο- | |
| ρᾶι τελείωι σὺμ̣ ψάφοις ταῖς ἐννόμοις, ἐπαινέσαι Νίκανδρον | |
| Σώσου Ἀντικυρῆ ἐφ’ ἇι ἔχων εὐνοίαι διατελεῖ ποτὶ τὰν πόλιν ἁ- | |
| 10 | μῶν καὶ ὑπάρχειν αὐ[τῶι] καὶ ἐγγόνοις πα<ρὰ> τᾶς πόλιος προξ[ε]νία[ν], |
| προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐμ πᾶσι | |
| τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι καὶ γᾶς καὶ οἰκίας ἔγκτησιν καὶ | |
| [τἆλλα τίμια] πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέτα[ις] | |
| τᾶς πόλιος ὑπάρχει. ἄρχοντος Μένητος τοῦ Δ̣ά̣μωνος, βουλευόν̣- | |
| 15 | των τὰν πρώταν ἑξάμηνον Δ̣ά̣μωνος τοῦ Διονυσίου, Πολύωνο[ς] |
| τοῦ [Θ̣]ε̣οξένου, γραμματεύοντος δὲ βουλᾶς Βούλωνος τοῦ Π[ει]- | |
| σ̣ι̣σ̣τράτου. |