[ ] Phokis — Delphi — undated
1 [․․․․․․․․․․․․․․․․․․c.40․․․․․․․․․․․․․․․․․․]ΔΑΣ․․․ΚΛ․․․․․․․․․․ΛΑ․․
[․․․․․․․․․․․․․․․c.35․․․․․․․․․․․․․․․․]ΙΚΙΣ[․․․․․․] ἐπελθόντες ἐπ’ ἔ[ννο]μον ἐκκλησ[ί]α[ν]
[διελέγησαν ὑπὲρ Ποπλί]ου Φαρσολ[η]ίου Ῥωμαίου, ἃ[ν] ἔχων εὔνοιαν καὶ φιλαγαθ[ίαν]
[διατελεῖ ․․․․․․․․․․․․․․c.32․․․․․․․․․․․․․․] παρὰ τᾶς πόλιος συμπο[․․․․]
5 [․․․․․․․ εὔχρηστον ἑαυτὸν] παρέχε[τ]αι, σπουδᾶς καὶ φιλοτιμίας οὐθὲν ἐνλείπων κ[αὶ]
[κοιναῖ καὶ ἰδίαι(?) ․․․․․․․․]ΥΜΙΙΑ․․Π․․ΩΝΔΕΚ․· ἐπὶ τούτοις· ἀγαθᾶι τύχα[ι]·
[δεδόχθ]αι ταῖ πόλει τῶν Δελφῶν [ἐν ἀγο]ρᾶι [τελείωι] σύμ ψάφοις ταῖς ἐννόμοις
[ἐπαινέσαι] Πόπλιον [Φ]αρσολήιον ΥΟΥΛΟΣ Ῥωμαῖον ἐπί τε τᾶι προαιρέσει καὶ ε[ὐ]-
[νοίαι ἃν ἔχει] ποτὶ τὰν πόλιν τῶν Δελφῶν καὶ ἐφ’ ἇι ποιεῖται ἐκτενείαι καὶ σπουδ[ᾶι]
10 [συμπράσσων φιλοτίμως τ]οῖς πρεσβευταῖς τοῖς ὑπὸ τᾶς πόλιος ἀποστελλομένοις [καὶ]
στ[εφανῶσ]α[ι] αὐτὸν τῶι [τ]οῦ θ[εοῦ] στεφάνωι ὧι πάτριόν ἐστι Δελφοῖς, δεδόσθα[ι]
[δὲ αὐτῶι] καὶ ἐκγόνοις [παρὰ τᾶς πόλιος] προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν,
[ἀσφάλειαν], ἀτέλειαν πάντων, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι καὶ
[τἆλλα τίμια] πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑ[πάρ]χε[ι]·
15 [ἐπιμελεῖσθα]ι δὲ τοὺς ἄρχοντας ὅπως ἀναγραφῆ ταῦτα ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος
[τοῦ Πυθί]ου ἐν τῶι ἐπιφανεστάτωι τόπωι, ἀντίγραφον δὲ ὅπως ἀποσταλῆ τούτων
[ποτ’ αὐτὸν τὸν] Πόπλιον. Ἐδόθησαν αἱ τιμαὶ αὐτῶι, ἄρχοντος Εὐκλείδα, βουλευόντων
[․․․․․․․․․․․․]δα, Ἀζαράτου τοῦ Ἀντιχάρεος, γραμματεύοντος δὲ βουλᾶς [Τ]ι[μο]κρί-
[του τ]οῦ Ἀντιγένεος.
Search Help
Contact Us