[ ]
Phokis — Delphi — undated
1 | [․․․․․․․․․․․․․․․․․․c.40․․․․․․․․․․․․․․․․․․]ΔΑΣ․․․ΚΛ․․․․․․․․․․ΛΑ․․ |
[․․․․․․․․․․․․․․․c.35․․․․․․․․․․․․․․․․]ΙΚΙΣ[․․․․․․] ἐπελθόντες ἐπ’ ἔ[ννο]μον ἐκκλησ[ί]α[ν] | |
[διελέγησαν ὑπὲρ Ποπλί]ου Φαρσολ[η]ίου Ῥωμαίου, ἃ[ν] ἔχων εὔνοιαν καὶ φιλαγαθ[ίαν] | |
[διατελεῖ ․․․․․․․․․․․․․․c.32․․․․․․․․․․․․․․] παρὰ τᾶς πόλιος συμπο[․․․․] | |
5 | [․․․․․․․ εὔχρηστον ἑαυτὸν] παρέχε[τ]αι, σπουδᾶς καὶ φιλοτιμίας οὐθὲν ἐνλείπων κ[αὶ] |
[κοιναῖ καὶ ἰδίαι(?) ․․․․․․․․]ΥΜΙΙΑ․․Π․․ΩΝΔΕΚ․· ἐπὶ τούτοις· ἀγαθᾶι τύχα[ι]· | |
[δεδόχθ]αι ταῖ πόλει τῶν Δελφῶν [ἐν ἀγο]ρᾶι [τελείωι] σύμ ψάφοις ταῖς ἐννόμοις | |
[ἐπαινέσαι] Πόπλιον [Φ]αρσολήιον ΥΟΥΛΟΣ Ῥωμαῖον ἐπί τε τᾶι προαιρέσει καὶ ε[ὐ]- | |
[νοίαι ἃν ἔχει] ποτὶ τὰν πόλιν τῶν Δελφῶν καὶ ἐφ’ ἇι ποιεῖται ἐκτενείαι καὶ σπουδ[ᾶι] | |
10 | [συμπράσσων φιλοτίμως τ]οῖς πρεσβευταῖς τοῖς ὑπὸ τᾶς πόλιος ἀποστελλομένοις [καὶ] |
στ[εφανῶσ]α[ι] αὐτὸν τῶι [τ]οῦ θ[εοῦ] στεφάνωι ὧι πάτριόν ἐστι Δελφοῖς, δεδόσθα[ι] | |
[δὲ αὐτῶι] καὶ ἐκγόνοις [παρὰ τᾶς πόλιος] προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, | |
[ἀσφάλειαν], ἀτέλειαν πάντων, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι καὶ | |
[τἆλλα τίμια] πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑ[πάρ]χε[ι]· | |
15 | [ἐπιμελεῖσθα]ι δὲ τοὺς ἄρχοντας ὅπως ἀναγραφῆ ταῦτα ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος |
[τοῦ Πυθί]ου ἐν τῶι ἐπιφανεστάτωι τόπωι, ἀντίγραφον δὲ ὅπως ἀποσταλῆ τούτων | |
[ποτ’ αὐτὸν τὸν] Πόπλιον. Ἐδόθησαν αἱ τιμαὶ αὐτῶι, ἄρχοντος Εὐκλείδα, βουλευόντων | |
[․․․․․․․․․․․․]ίδα, Ἀζαράτου τοῦ Ἀντιχάρεος, γραμματεύοντος δὲ βουλᾶς [Τ]ι[μο]κρί- | |
[του τ]οῦ Ἀντιγένεος. |