[ ] Phokis — Delphi — 110-100 BC
1 ἄρχοντος Εὐκλείδα [τ]ο[ῦ] Ἡ̣ρακλείδα, μηνὸς Ἀπελλαίου, ἀπέδοτο Σ̣[τρατὼ Σ]ω̣σ̣ί̣α̣, συνευδο[κέ]οντος [καὶ] τοῦ [υἱ]ο[ῦ]
αὐτᾶς Ἰων̣ί̣ου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀφροδ[ισία τὸ] γένος Σ̣ύ̣ρ̣α̣ν̣ τιμᾶς ἀργυρίου [μνᾶ]ν̣ τ̣ε̣σ̣σ̣ά̣[ρ]ω̣[ν]
καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτῆρες κατὰ τοὺς νόμους τᾶς πόλιος Ἰώνιος [․․κ]ράτους καὶ Φιλόνικος Μενεδά̣μ̣ου, ἐφ’ ὧι-
[τε] ἐλευθέραν εἶμεν Ἀφροδισίαν καὶ ἀνέφαπτον ἀπὸ πάντων ποιο[ῦσ]αν ὅ κα θέλ[η καὶ] ἀποτ[ρ]έχουσα οἷς [κα θ]έλη, ἐπ[εὶ]
5 [δέ κα] τελ[ευτά]σ[η Σ]τρατώ. εἰ δέ τις ἐφάπτοιτο Ἀφροδισίας ἐπὶ καταδουλισμῶι, β̣έ̣βαιον πα̣-
[ρεχόντων τὰ]ν ὠνὰν τῶι θεῶι ἅ τε ἀποδομένα καὶ οἱ βεβαιωτῆρες· εἰ δὲ μή, πράκτιμοι ἐόντω[ν μνᾶν] δέκα καὶ ὁμο[ίως]
[οἱ] π[αρ]ατ[υχ]όντε[ς κ]ύ̣ρι̣οι ἐ[ό]ν[τ]ω συλέοντες Ἀφροδισίαν ὡς ἐλευθέραν οὖσαν. παραμεινάτ[ω δ]ὲ Ἀφροδισία π[αρ]
Στρατ[ὼ] ποιο[ῦ]σα τὸ ἐπιτασσόμενον. εἰ δὲ μὴ παραμένοι ἢ μὴ π[οι]έοι Ἀφροδισία τὸ [ἐπιτασσόμε]-
[νον, κυρία] ἔστω ἐπιτιμέουσα Ἀφροδισία καὶ ἄλλω ἐπι[τρέπ]ουσα τρόπωι ὧι κα θέληι πα̣ν̣τί, [․․․]ΟΝ[— — — — —]
10 [— — — — — — — — Ἀφ]ρο[δι]σίας ἕω̣ς̣ κ̣α̣ ζῆ [Σ]τρατώ, [ἐξο]υσίαν ἐχέτω τρ[όπωι] ὧι κα θέλη π[αντί]. μ̣ά̣ρ̣[τυ]ροι ὁ ἱερ̣[εὺς — — —]
[․]#⁷[․․]ρ̣ρ̣ι̣ας [․․․․․․․․․․․ ἰδι]ῶται Σώτηρος Κριτολάου, Σωσθένης [․․․]εισ[․․․]σ[․․․․․]τη̣[— — — — — — — —]
[․․]μ̣ν[․․]ανορο[․․, Μ]νασί[θεο]ς [․․․․․]λιμ̣[․․]ος, Πεισίστρατος.
Search Help
Contact Us