[ ] Phokis — Delphi — ca. 100 BC — SGDI 2111
1 ἄρχοντος Πάτρωνος μηνὸς Ἀμαλίου, βουλευόντων τὰν δευτέ-
ραν ἑξάμηνον Δάμωνος, Ἀριστοκλέος, γραμματεύοντος δὲ βου-
λᾶς Θεοχάριος, ἀπέδοτο Ξ̣έ̣νων Πολύωνος, συνευδοκέοντος καὶ
τοῦ υἱοῦ αὐτοῦ Σωστράτου, τῶι Ἀπόλλωνι σῶμα γυναι-
5 κεῖον ἇι ὄνομα Σύνετον τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν
τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν· βεβαιωτὴρ κατὰ τὸν νόμον
τᾶς πόλιος· Ξενότιμος Ἄνδρωνος· ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν
Σύνετον καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον. εἰ δέ
τις ἐφάπτοιτο Συνέτου ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ πα-
10 ρατυχὼν συλέων ὡς ἐλευθέραν οὖσαν ἀζάμιος ἐὼν ὁ
συλέων καὶ ἀνυπ[ό]δικος πάσας δίκας καὶ ζαμίας.
μάρτυροι· οἱ ἱρεῖς τοῦ Ἀπόλλωνος Ἁγίων Πολυκλεί-
του, Πυρρίας, ἰδιῶται Φαῖνις, Σωτύλος, Σώστρατος,
[Θεόχ]αρις, Κλέων.
15
Search Help
Contact Us