FD III 3:p104,Inv17(1)
[ ] Phokis — Delphi — ca. 100 BC — SGDI 2110
1 ἄρχ[ον]τος Πάτρωνος τοῦ Ἀριστοβούλου μηνὸς [Ποιτ]ροπίου, βου-
λευόντων τὰν πρώταν ἑξάμηνον Ἄρχωνος, Ἀρίστωνος, γραμ[μα]-
τεύοντος δὲ βουλᾶς Μνάσωνος, [ἐπὶ] τοῖσδε ἀπέδοντο  Στράτων
καὶ [Λ]υσίμαχος οἱ Νικάνορος, συνευδοκεούσας καὶ τᾶς ματέρος αὐ-
5 τῶν Ἡραιΐδος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σώπο-
λις τὸ γένος Σαρμάταν, τιμᾶς ἀργ[υρίου] μνᾶν πέντε καὶ ἡμιμ[ναί]ου,
καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Σώπολις τῶι θεῶ[ι]
τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλ[εύ]θερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸ[ν]
πάντα βίον· βεβαιωτὴρ κατὰ τὸν νόμον· Φίλων Φιλ[ά]γρου· ἐφ’
10 ὧιτε ἐλεύθερον εἶμεν Σώπολιν. παραμεινάτω δὲ Σώπολις
παρὰ Στράτωνα καὶ Λυσίμαχον ἔτη ἓξ μετὰ τὰν Πάτρωνος ἀρχὰν
ποιῶν τὸ ἐπιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. εἰ δὲ μὴ
ποιέοι ἢ μὴ παραμένοι, ἐξ[ο]υσίαν ἐχόντω Στράτων καὶ Λυσί[μ]αχο[ς]
ἐπιτιμέοντες Σωπόλει τρόπωι ὧι κα θέλωντι. ἐπεὶ δέ κα διέλθωντ[ι]
15 [τὰ ἓξ ἔτη] ἀνεγκλήτως, ἐλεύθερος ἔστω Σώπολις καὶ ἀποτρεχέ-
τω οἷς κα θέλη. εἰ δέ τις ἐφάπτοιτο Σωπόλιος ἐπὶ καταδουλισμῶι, βέ-
βαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιω-
τήρ. κύριος δὲ ἔστω ὁ παρατυχὼν συλέων Σώπολιν ὡς ἐλεύθερον ὄντα
ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ
20 ἱερεῖς τοῦ Ἀπόλλωνος Ἁγίων Πολυκλείτου, Πυῤῥίας Ἀρχελάου, ἰδιῶται
Ἐμμενίδας, Δαμένης, Πολέμαρχος, Φαῖνις Γοργίλου, Ἡρακλείδας.
Search Help
Contact Us