[ ]
Phokis — Delphi — 129 BC
1 | [ἄρχοντος Γλαύκου τοῦ] Ξέ[νωνος, βο]υλ[ευόντων τὰν δευτέραν ἑξάμη]- |
[νον Πολυτιμίδα] το[ῦ] Μελισσίωνος, Ὑβρ̣[ία το]ῦ Ξ[ένωνος, γραμματεύ]- | |
[οντος δὲ βουλᾶς Τι]μοκλέος τοῦ Πολύ[ω]νος, [ἐ]πὶ τοῖσδε ἀπέδον[το Νικαία] | |
[καὶ Τιμοκ]λῆ[ς Σω]τύλου, συν[ε]υδοκέοντος καὶ τοῦ υἱοῦ Σωτύλ[ου, τῶι Ἀ]- | |
5 | [πόλλωνι τῶι Π]υθίω[ι σ]ῶμα ἀνδρεῖον ὧι ὄνομα Σαραπίων τὸ γένο[ς] Λ[— — —] |
[τιμᾶς ἀργ]υρίου μνᾶν πέντε [κ]αὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐ- | |
[πίστευσε Σαρα]πίω[ν] τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν Σαρ̣[απί]- | |
[ωνα κ]αὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρόνον. βεβαιωτῆ[ρ]ες | |
[κατ]ὰ [τὸν] νόμον Ξένων Πολύωνος, Πάτρων Θρασέα. εἰ δέ τις ἐφάπτοιτο | |
10 | [Σαραπί]ων[ο]ς ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τὰν ὠνὰν τῶι |
[θεῶι ὅ] τ[ε] ἀποδόμενος καὶ ο<ἱ> βεβαιωτῆρες, καὶ ὁμοίως οἱ παρατυνχάν̣οντες | |
[κύρ]ι̣ο̣[ι ἐόν]τω[ν σ]υλέοντες Σα[ραπ]ίωνα ὡς ἐλεύθερον [ὄ]ντα ἀζάμιος ὢν καὶ | |
[ἀν]υπόδικο[ς] πάσας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Σαραπίων παρὰ Τιμο- | |
[κ]λ[ῆ] καὶ Νικαίαν ἄχρι οὗ κα ζόωντι Τιμοκλῆς καὶ Νικαία ποιῶν τὸ ποτιτασ- | |
15 | [σόμενον] π[ᾶ]ν τὸ δυνατόν. εἰ δὲ μὴ παραμένοι Σαραπίων καθὼς γέγραπται, κύ- |
[ριοι ἐόντω]ν Τ[ι]μοκλῆς καὶ Νικαία ἐπιτιμέοντες Σαραπίωνα τρόπωι ὧι κα θέλω[ν]- | |
[τι, πλὰν ἐπὶ κ]α[ταδο]υλισμῶι. μάρτυροι τοί τε ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ Ἄθαμ- | |
βος καὶ ὁ νεωκόρος Ἀτεισίδας καὶ οἱ ἄρχοντες Πολυ[τι]μίδας καὶ Ὑβρίας καὶ ἰδιῶται | |
[Νι]κάρετος, Β[αβ]ύ̣λ̣ο̣ς, Ἁγίων Ἐκεφύλου, Χάρης, Φιλώτας. |