[ ] Phokis — Delphi — 129 BC
1 [ἄρχοντος Γλαύκου τοῦ] Ξέ[νωνος, βο]υλ[ευόντων τὰν δευτέραν ἑξάμη]-
[νον Πολυτιμίδα] το[ῦ] Μελισσίωνος, Ὑβρ̣[ία το]ῦ Ξ[ένωνος, γραμματεύ]-
[οντος δὲ βουλᾶς Τι]μοκλέος τοῦ Πολύ[ω]νος, [ἐ]πὶ τοῖσδε ἀπέδον[το Νικαία]
[καὶ Τιμοκ]λῆ[ς Σω]τύλου, συν[ε]υδοκέοντος καὶ τοῦ υἱοῦ Σωτύλ[ου, τῶι Ἀ]-
5 [πόλλωνι τῶι Π]υθίω[ι σ]ῶμα ἀνδρεῖον ὧι ὄνομα Σαραπίων τὸ γένο[ς] Λ[— — —]
[τιμᾶς ἀργ]υρίου μνᾶν πέντε [κ]αὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐ-
[πίστευσε Σαρα]πίω[ν] τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν Σαρ̣[απί]-
[ωνα κ]αὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρόνον. βεβαιωτῆ[ρ]ες
[κατ][τὸν] νόμον Ξένων Πολύωνος, Πάτρων Θρασέα. εἰ δέ τις ἐφάπτοιτο
10 [Σαραπί]ων[ο]ς ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τὰν ὠνὰν τῶι
[θεῶι ὅ] τ[ε] ἀποδόμενος καὶ ο<ἱ> βεβαιωτῆρες, καὶ ὁμοίως οἱ παρατυνχάν̣οντες
[κύρ]ι̣ο̣[ι ἐόν]τω[ν σ]υλέοντες Σα[ραπ]ίωνα ὡς ἐλεύθερον [ὄ]ντα ἀζάμιος ὢν καὶ
[ἀν]υπόδικο[ς] πάσας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Σαραπίων παρὰ Τιμο-
[κ]λ[ῆ] καὶ Νικαίαν ἄχρι οὗ κα ζόωντι Τιμοκλῆς καὶ Νικαία ποιῶν τὸ ποτιτασ-
15 [σόμενον] π[ᾶ]ν τὸ δυνατόν. εἰ δὲ μὴ παραμένοι Σαραπίων καθὼς γέγραπται, κύ-
[ριοι ἐόντω]ν Τ[ι]μοκλῆς καὶ Νικαία ἐπιτιμέοντες Σαραπίωνα τρόπωι ὧι κα θέλω[ν]-
[τι, πλὰν ἐπὶ κ]α[ταδο]υλισμῶι. μάρτυροι τοί τε ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ Ἄθαμ-
βος καὶ ὁ νεωκόρος Ἀτεισίδας καὶ οἱ ἄρχοντες Πολυ[τι]μίδας καὶ Ὑβρίας καὶ ἰδιῶται
[Νι]κάρετος, Β[αβ]ύ̣λ̣ο̣ς, Ἁγίων Ἐκεφύλου, Χάρης, Φιλώτας.
Search Help
Contact Us