[ ]
Phokis — Delphi — 20-75 AD — SIG(3) 795A
1 | ἄρχοντος Εὐκλέους τοῦ Εὐά<ν>δρου, μηνὸς Βυσίου, ἔδοξεν τῇ |
πόλει τῶν Δελφῶν· ἐπεὶ Μουσαῖος Ἀπολλωνίου Μάγνης ἀπὸ | |
Μαιάνδρου, χοραύλης, ἐνδημήσας εἰς τὴν πόλιν ἡμῶν, τῶ τε θε- | |
ῶ ἀπήρξατο καὶ τὴν παρεπιδαμίαν ἐποιήσατο εὐσχήμονα καὶ ἀξίαν τειμῆς, | |
5 | δεδόσθαι αὐτῷ προξενίαν καὶ ἐγγόνοις, στεφανῶσαι αὐτὸ<ν> τῶ τοῦ θεοῦ στε- |
φάνω {ῦ θεοῦ στεφάνω} καὶ ἐπαινέσαι αὐτὸν ἐπί τε τῇ εὐ- | |
μουσία καὶ καλοκἀ[γ]αθία. |