[ ]
Phokis — Delphi — ca. 157 BC — SGDI 2723
1 | [ἄ]ρχοντος Πατρέα, βουλευόντων τὰν δευτέραν ἑξάμηνον |
Δρομοκλείδα, Πολυκράτεος, Πασίωνος· ἔδοξε τᾶι πόλει τῶν | |
Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺν ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ | |
[Δ]αμοκλῆς Τιμοκράτεος Αἰγιεὺς ἐνδαμήσας συναγωνίξατο | |
5 | [μ]ετὰ Ἀρίστιος, ἐπαινέσαι Δαμοκλῆ Τιμοκράτεος Αἰγιῆ καὶ ὑπάρ- |
χειν αὐτῶι καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος προξενίαν, προμαν- | |
τείαν, ἀσυλίαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις | |
τίθητι καὶ τἆλλα τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις | |
καὶ εὐεργέταις ὑπάρχει παρὰ τᾶς πόλιος. |