[ ]
Phokis — Delphi — ca. 157 BC — SGDI 2725
1 | ἀγα[θ]ᾶι τύχαι. |
ἄρχοντος Πατρέα, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Δρομοκλείδ[α], | |
Πολυκράτεος, Πασίωνος, ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείω | |
σὺμ ψάφοις ταῖς ἐννομο[ις]· ἐπειδὴ Ἄριστυς Ἀριστομένεος Αἰγιεὺς ἐπέ- | |
5 | δωκε τῶι θεῶι ἁμέραν κ[α]ὶ ἀγωνίξατο καὶ εὐδοκίμησε, ἐπαινέσαι Ἄρι- |
στυν Ἀριστομένεος Αἰγιῆ [κ]αὶ ὑπάρχειν αὐτῶι καὶ ἐκγόνοις παρὰ τὰς πό- | |
λιος προξενίαν, προμα[ντ]είαν, ἀσυλίαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις | |
[ο]ἷς ἁ πόλις τίθητι καὶ τὰ [ἄλ]λα τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ | |
[ε]ὐεργέταις ὑπάρχει πα[ρὰ] τᾶς πόλιος· ἀποστεῖλαι δὲ αὐτῶι καὶ τὸν ἐπι- | |
10 | [δ]αμιοργὸν Καλλείδαν [ξέ]νια τὰ μέγιστα ἐκ τῶν νόμων· ἀναγράψαι δὲ καὶ |
[τ]ὰν προξενίαν τὸν ἐπι[δα]μιοργὸν Καλλείδαν ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνο[ς] | |
ἐν τὸν ἐπιφανέστατο[ν τ]όπον. |