[ ]
Phokis — Delphi — undated — SIG(3) 702; SGDI 2724
1 | ἀ[γ]αθᾶι τύχαι. |
ἔδοξε τᾶι πόλει̣ τῶν Δελφῶν [ἐν] ἀγορᾶι τελείαι σὺμ ψάφοις ταῖς ἐννόμοις· | |
ἐπειδή Ἀριστόθεος Ν̣ικ̣οθέου [Τρο]ζάνιος ἱστοριαγράφος παραγενόμενος [ἐ]ν τὰν | |
πόλιν τὰν τε ἀναστροφὰν ἐπ[οιή]σατο ἀξίως τοῦ τε ἱεροῦ καὶ τᾶς ἰδίας πατρίδος, | |
5 | E)POIH/SATO DE\ KAI\ A)KROA/SEIS E)P[I\ P]LEI/ONAS A(ME/RAS TW=N PEPRAGMATEUME/NWN |
αὐτῶι, παρανέγνω [δὲ καὶ] ἐν̣[κώ]μια εἰς Ῥωμαίους τοὺς κοινοὺς τῶν Ἑλλάνων̣ | |
εὐεργέτας, δεδόσθαι παρὰ τᾶ[ς] πόλιος προξενίαν αὐτῶι καὶ ἐκγόνοις, προμαντεί[αν], | |
προδικίαν, ἀσυλίαν, ἀτέλειαν [πά]ντων, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷ[ς] ἁ πόλι[ς τί]- | |
θητι καὶ τἆλλα τίμια ὅσα κ̣αὶ το[ῖς ἄ]λλοις προξένοις καὶ εὐεργέταις [ὑ]πάρ[χ]ει τᾶς πόλιος. |