[ ]
Phokis — Delphi — ca. 134 BC
1 | θεὸς τύχαν ἀγαθάν. |
ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοι[ς]. | |
ἐπειδὴ Ἀνδρότιμος Δεξίωνος Καρυνεὺς ἐπιδαμήσας ἐν Δελφοὺς πλείον[α] | |
χρόνον τὰν τε ἐνδαμίαν καὶ ἀναστροφὰν καὶ διδασκαλίαν τῶν παίδων ἐ- | |
5 | ποιήσατο ἀξίως τᾶς τε ἁμετέρας πόλιος καὶ τᾶς ἰδίας πατρίδος· ἐπαινέσ[αι] |
Ἀνδρότιμον Δεξίωνος Καρυνῆ καὶ εἶμεν αὐτῶι καὶ ἐκγόνοις παρὰ τᾶς πόλι- | |
ος τῶν Δελφῶν προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρί- | |
αν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι· εἶμεν δὲ αὐτῶι καὶ γᾶς καὶ οἰκίας ἔγ- | |
κτησιν καὶ τὰ ἄλλα τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις | |
10 | τᾶς πόλιος τῶν Δελφῶν. ἄρχοντος Ἁγίωνος, βουλευόντων τὰν δευτέραν ἑξάμη- |
[νο]ν Κλέωνος, Ἀζαράτου, γραμματεύοντος δὲ Ταραντίνου τοῦ Μνασιθέου. |