[ ] Phokis — Delphi — 139 BC?
1 θεὸς τύχαν ἀγαθάν.
ἄρχοντος Σωσιπάτρου τοῦ Αἰακίδα, βουλευόντων τὰν πρώταν ἑξάμηνον
Ἀντ[ι]γένεος τοῦ Διοδώρου, Ἁγίωνος τοῦ Κλευδάμου, γραμματεύοντος δὲ Ὑβρί-
α το[ῦ] Ξ̣ένωνος ἐπ<ε>ὶ Ἀντιγένης καὶ Μνασίθεος οἱ Διοδώρου ἐπελθόντες ἐπὶ τὰν
5 ἐκκλησίαν διελέγησαν ὑπὲρ Ἀντιγένεος τοῦ Καλλιστράτου Κιεριέος διότι ἐκ-
{κ}τενὴς {²⁶ἐκτενὴς}²⁶ καὶ εὔνους ὑπάρχει ποτὶ τὸ ἱερὸν καὶ τὰν πόλιν ἁμῶν καὶ περὶ πλείστου
ποιείμενος τὰν ποτὶ τοὺς θεοὺς εὐσέβειαν αὐτοσαυτὸν εὔχρηστον ἐμ παντὶ καιρῶι
παρασκευάζει καὶ κοινᾶι τᾶι πόλει καὶ καθ’ ἰδίαν ἀεὶ τοῖς ἐντυγχανόντοις τῶν πολειτᾶν
ἐν ἃ κά τις αὐτὸν παρακαλῆ συνποτιγινόμενος μετὰ πάσας προθυμίας καὶ λέγων καὶ πράσ-
10 σων διὰ παντὸς περί τε τοῦ ἱεροῦ καὶ τᾶς πόλιος ἁμῶν· ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι πόλει τῶν
Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖ<ς> ἐννόμοις, ἐπαινέσαι Ἀντιγένην Καλλιστρά-
του Κιεριῆ vac. ἐπὶ τᾶι προαιρέσει ἇι ἔχων διατελεῖ ποτί τε τὸ ἱερὸν καὶ τὰν πόλιν καὶ ὑ-
πάρχειν αὐτῶι καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλί-
αν, ἀτέλειαν πάντων, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι καὶ τὰ ἄλλα
15 [τ]ίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει· ἀνα-
γράψαι δὲ τοὺς ἄρχοντας τὸ ψάφισμα ἔν τε τῶι ἱερ[ῶι] τοῦ Ἀπόλλωνος ἐν τῶι ἐπιφα-
νεστάτωι τόπωι καὶ γράψαι δὲ ποτὶ τὰν πόλιν τῶν Κ[ι]εριέων ὅπως εἰδῶντι τὰ δε-
δογμένα τᾶι πόλει.
Search Help