[ ]
Phokis — Delphi — mid-2nd c. BC
1 | [ἄρχοντος Εὐκλέος, μηνὸς] Ποιτροπίου, βουλευόντων τ[ὰν πρώταν] ἑξά- |
[μηνον Εὐδόκου τοῦ Πραξία, Ἀ]γησιλάου τοῦ Ταραντίνου, γραμματεύον- | |
[τος δέ Πολίτα τοῦ Ἀσάν]δρου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀστίας Ἀμινία τῶι Ἀπόλλωνι | |
[τῶι Πυθίωι σῶμα γυναι]κεῖον ἇι ὄνομα Λυσώ, τὸ γένος οἰκογεν[ῆ], τιμᾶς ἀργυρίου μνᾶ[ν] | |
5 | [τριῶν καὶ τὰν τιμὰν ἔχει] πᾶσαν, καθὼς ἐπίστευσε Λυσὼ τῶι θεῶι τὰν ὠνὰν, ἐφ’ ὧιτε |
[ἐλευθέραν εἶμεν καὶ ἀν]έφαπτον ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέουσα ὅ κα θέλη καὶ ἀ- | |
[ποτρέχουσα οἷς κα θέλη. βεβ]αιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος Ἀριστόδαμο[ς Σ]ωτάκ[ου]. | |
[εἰ δέ τις ἐφάπτοιτο ἐπὶ κατα]δουλισσμῶι Λυσοῦς, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠ- | |
[νὰν ὅ τε ἀποδόμενος Ἀστία]ς καὶ ὁ βεβαιωτὴρ Ἀρισ[τ]ό[δα]μ[ο]ς. εἰ δὲ μὴ παρέχοιν βέβαιο[ν] | |
10 | [τῶι θεῶι τὰν ὠνάν, πράκ]τιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος, ὁμοίως δὲ κ[αὶ] |
[οἱ παρατυγχάνοντες κύριο]ι ἐόντων συλέοντες Λυσὼ <ὡ>ς ἐλευθέραν ἐοῦσαν, ἀζάμιοι ἐόν[τε]ς | |
[καὶ ἀνυπόδικοι πάσας δίκας κα]ὶ ζαμίας. παραμίνατω δὲ Λυσὼ παρὰ Ἀστίαν ἄχρι ο[ὗ κ]α ζώη Ἀστί- | |
[ας ποιέουσα τὸ ποτιτασσόμενο]ν πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. εἰ δέ κα μὴ παρα[μέ]νοι ἢ μὴ ποιέοι | |
[τὸ ποτιτασσόμενον καθὰ γέ]γραπται, κύρ[ι]ος ἔστω [Ἀ]στίας ἐπιτιμέων τρόπ[ω]ι ὧι κα αὐ[τὸ]ς θέλη. | |
15 | [μάρτυροι τοὶ ἱερ]εῖς τοῦ Ἀπόλλωνος Πρ[α]ξί[α]ς, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Εὔδοκος Πρα- |
[ξία καὶ ἰδιῶται Καλ]λίνικος, Κάλλων Λε[π]τίνα, Ἀρίσταρχος Ἀστυόχου, Τιμόκριτος, | |
Εὔνους. |