[ ]
Phokis — Delphi — ca. 149 BC
1 | ἄ[ρ]χοντος Εὐχαρίδα, μηνὸς |
Ποιτροπίου, ἀπέ̣δοτο Λυκῖ- | |
νος Νικία τῶι Ἀπόλλωνι τῶι | |
Πυθί̣ωι̣ σῶμα γυναικ[εῖ]ο[ν] ἇι ὄ- | |
5 | νομα Ζωπύρα τιμᾶς ἀργυρίου μνᾶ[ν] |
τριῶν καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐ- | |
πίστευσε Ζωπύρα τὰν ὠνὰν τῶι | |
[θε]ῶι, ἐφ’ ὅτωι ἐλε̣υ̣θέραν εἶμεν τὸμ πάν[τα] | |
[χρ]όνον ποιοῦσαν ὅ κα θέλη καὶ ἀποτρέχουσαν | |
10 | ἇ κα θέλη. εἰ δέ τις καταδουλίζοιτο Ζωπύρ[αν], |
[κ]ύριος ἔστω ὁ παρεντυχὼν συλέων Ζωπύραν [ἀνυ]- | |
[πόδ]ικος ἐὼν κα[ὶ] ἀζάμιος πάσας δίκας κ[α]ὶ ζαμίας. [βε]- | |
β[α]ιωτὴρ Φίλαγρος Διοδώρου κατὰ τοὺς νόμους | |
[τᾶ]ς πόλιος. μάρτυροι οἱ ἱερ̣ε̣ῖς τοῦ Ἀπόλλωνος Ἀνδρό- | |
15 | νι[κ]ος, Πραξίας, καὶ οἱ ἄρχοντες Πασίων Κλέωνος, |
Τιμοκλῆς Πολύωνος, Βαβύλος Αἰακίδα, ἰδιῶται Γόρ- | |
․․․․ος, Φιλαίτωλος Μαντία, Σωσίπατρος. |