[ ] Phokis — Delphi — ca. 50 BC
1 ἄρχοντος Στράτωνος, μ[ηνὸς — — —, βουλευόντων Νι]-
[κία], Ἐράτωνος, Κλεομάντιος, ἀ̣[πέδοτο Εὐφροσύνα — — — —]
[․․]κλέος Θηβαία, συνευαρεστεούσ[ας καὶ τᾶς θυγατέρος(?)]
[αὐ]τᾶς Εὐνοίας, τῶι Ἀπόλλωνι τῶι Πυθίω[ι]
5 τὰν ἰδίαν θρεπτὰν Ἀφροδεισίαν δωρεάν, ἐφ’ ὧ[ιτε ἐλευ]-
θέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ [πά]ντω[ν]. εἰ δέ τις ἐ[φάπ]-
[τ]οιτο Ἀφροδεισίας ἐπὶ καταδουλισμῶ, ὁ βεβαιωτὴρ βέ[βαι]-
ον Μέντωρ Λαιάδα παρεχέτω τῶ θεῶ τὰν ὠνάν, κύριος δὲ ἔστω καὶ ὁ π[α]-
ρατυχὼν συλέων ὑπὲρ τὸν θεὸν ἐλευθέραν οὖσαν [Ἀ]-
10 φροδεισίαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος [πάσ]ας δίκα[ς]
κα[ὶ] ζαμίας. παραμεινάτω δὲ Ἀφροδεισία Εὐ[φρο]σύναι [ἕως]
[κ]α [ζ]ῆ ποιοῦσα τὸ ἐπιτασόμενον πᾶν τὸ δυνατὸν. [εἰ]
δὲ μὴ παραμένοι ἢ μὴ ποέοι τὸ ἐπιτασόμενον, κυ[ρία]
ἔστω Εὐφροσύνα ἐπιτιμέουσα Ἀφροδεισία τρόπ[ω]
15 ὧ κα θέλη πλὰν μὴ πωλέουσαν. μὴ ἐχέτω δὲ [ἐξ]-
[ουσί]αν ἀπελθεῖν ἀπὸ Εὐφροσύνας ἕως κα ζ[ῆ. εἰ δέ]
[κά] τ[ι] πάθοι Εὐφροσύνα. ἐλευθέρα ἔ[στω]
[φρ]οδεισία. μάρτυροι Λαιάδας κα[ὶ]
[Νικόστ]ρατος, Δαμ̣ώ̣ν̣α̣ξ̣, Νίκα[ν]-
20 [D]ROS, *KLEO[M]E?NI/DA?S.
Search Help
Contact Us