[ ] Phokis — Delphi — ca. 60 BC?
1 ἄρχοντος Φιλονίκου, μηνὸς Θεοξενίου, βου-
λευόντων Εὐκλείδα, Πάτρωνος, Δάυωνος, Στράτω-
νος ἀπέδοτο Ζώπυρος, συνευ<α>ρεστέοντος καὶ τοῦ ὑοῦ
αὐτοῦ Ἑρμία, τῶι Ἀπ[όλλ]ωνι τῶ Πυθίωι σῶμα γυναι-
5 κεῖον ἇ ὄνομα Ῥόδ[α, τ]ὸ γέν[ος ο]ἰκογενῆ, τιμᾶς
ἀργυρίου μ[ν]ἕ]ξ, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν. βεβαιω-
τὴρ κατ[ὰ] τοὺ[ς ν]όμους τᾶς πόλιος Σώτηρ̣ος Κριτολάου·
ἐφ’ ὧτε [ἐ]λε[υ]θέραν εἶμεν Ῥόδαν καὶ ἀνέφαπτον ἀπὸ πάν-
των, ποιοῦσαν ὅ κα θέλη καὶ ἀποτρέχουσαν ἇ κα
10 θέλη. εἰ δέ τις [ἐφ]άπτοιτο Ῥόδας ἐπὶ καταδουλισμῶ,
κύριος ἔστω ὁ παρατυχὼν συλέων ὡς ἐλευθέ-
ραν οὖσαν ἀζάμιος ὢν πάσας δίκας καὶ ζαμίας, καὶ
ὁ βεβαι<ωτὴρ βεβαι>ούτω καὶ οἱ ἀποδόμενοι βέβ[α]ιο[ν] παρεχόντω
τὰν ὠνάν. μάρτυροι οἵ τε ἱερεῖς το[ῦ] Ἀπόλλωνος Ἐμμε-
15 νίδας, Λαιάδας, ἰδιῶται Ἀρχίας, Φιλόνικ̣ος, Σάτυρος.
Search Help
Contact Us