FD III 3:40
[ ] Phokis — Delphi — ca. 68 BC
1 ἄρχοντος ἐν Δελφοῖς Ἀγίωνος τοῦ Δρομο-
κλείδα, μηνὸς Ἀπελλαίου, ἐν δὲ Ἀμφίσαι Ἀγασιδάμου τοῦ
Ἀριστάρχου, μηνὸς Πανάμου, βουλευόντων
Ἁβρομάχου, Πολυτειμίδα, Ἐυκλείδα, Στράτωνος,
5 ἐπὶ τοῖσδε ἀπέδοντο Εὐβίοτος καὶ Καλλίξενος
οἱ Καλλιξένου Ἀμφισεῖς τῶι Ἀπόλωνι τῶι Πυ-
θίωι σῶμα ἀν[δ]ρεῖον ὧ ὄνομα Ἀπολλώνιος τὸ γένος
οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν πέντε,
καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν. βεβαιωτὴρ{ες} Δελ-
10 φὸς Στρ<ά>ταγος Φίλωνος 〚— — — — —〛
〚— —〛 ἐφ’ ὧτε ἐλεύθερον εἶμεν Ἀπολλώνιον
καὶ ἀνέφαπτον ἀπὸ πάντων ποιοῦντα ὅ κα θέ-
λη καὶ ἀποτρέχοντα ἇ κα θέλη. εἰ δέ τις ἐφάπτοι-
το Ἀπολλωνίου ἐπὶ καταδουλισμῶ, κύρ̣ιος̣ ἔστ[ω]
15 ὁ παρατυχὼν συλέων ὡς ἐλεύθερον ἀζάμιος ὢν πά-
σας δίκας κα<ὶ> ζαμίας, καὶ οἱ βεβαιωτῆρ̣ες βεβαιόντω
καὶ οἱ ἀποδόμενοι βέβαιον παρεχόντω τῶι θεῶι
τὰν ὠνάν. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος τοῦ Πυθ[ί]-
ου Ἐμμενίδας, Λαιάδας, ἰδιῶται Πύρρος, Ἐράτων, Φιλι-
20              στίων.
Search Help
Contact Us