FD III 3:39
[ ] Phokis — Delphi — undated
1 ἄρχοντος <Σ>ωσιπάτρου, μηνὸς Ἰλαίου, βου<λ>ευόντων
τὰν δευτέραν ἑξάμηνον Πάσωνος τοῦ Δαμέ[νε]-
ος, Ἀμύντα τοῦ Εὐδώρου, Ξένωνος τοῦ Πολύωνος,
ἐπὶ τοῖσδε ἀπέδοτο Δαμοσθένης Ἄρχωνος,
5 συνευδοκεούσας καὶ τᾶ[ς θ]υγατέρος αὐτ[οῦ]
Κλέας, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι-
κῆον ἇι ὄνομα Ζωπύρα τὸ γένος ἐνγενῆ τιμᾶς ἀργυρί-
ου μνᾶν πέντε καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευ-
σε Ζωπύρα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν
10 καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον ποιέ-
ουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. β̣ε̣βαιω-
τὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Δαμοφάνης Ἀρίστω-
νος. εἰ δέ τις ἐφάπτοιτο Ζωπύρας ἐπὶ καταδουλισμῶι,
β̣έβαι̣ον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀπο-
15 δό̣μ̣ενος Δαμοσθένης καὶ ὁ βεβαιωτὴρ Δαμοφάνης.
εἰ δὲ μὴ παρέχοιν β[έβ]αιον τῶι θεῶι τὰν [ὠ]νάν,
πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλι-
ος, ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι
ἐόντων συλέοντες Ζ̣ωπύραν ὡς ἐλευθέραν ἐ-
20 οῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πά-
σας δίκας καὶ ζαμίας. μάρτυροι τ̣οὶ ἱερεῖς
τοῦ Ἀπόλλωνος Ἄθαμβος, Ἄρχων καὶ ὁ
νεωκόρος Εὐκλῆς καὶ τοὶ ἄρχοντες Ἀ-
μύντας καὶ Πάσων καὶ Ξένων καὶ ἰ-
25 διῶται Καλλίας ΙΛ․․․
Δίωνος,
Ἀμύντας, Πυρρίας Ἀρχε-
λάου, Κλεύδαμος Πολυκράτε-
ος, <Σ>ωτύλος, Τείμων, Τιμόκριτος.
Search Help
Contact Us