[ ] Phokis — Delphi — ca. 146 BC
1 Δωριαρχέοντος Ξενύτα Κυτεινιέος, ἐν δὲ Ἐρεινεῶι ἄρχοντος Κλ[․․․․․․․], μηνὸς
Λαφρίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Βαβύλου τοῦ Αἰακίδα, μηνὸς Θευξενίου, βου[λευ]όντω[ν]
τᾶν δευτέραν ἑξάμηνον Ἀρχελάου τοῦ Δαμοσθένεος, Ἰατάδα τοῦ Πάτρωνος, γραμ-
ματεύοντος δὲ Ἁγίωνος τοῦ Κλευδάμου, ἐπὶ τοῖσδε ἀπέδοτο Νικαῖος Νίκωνος Ἐρειναῖ[ος]
5 τῶι Ἀπόλλωνι τῶ[ι] Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωσικράτεια, συνευδοκέοντος κ[αὶ]
τοῦ υἱοῦ Ἀριστ[ο]γέ[ν]εος [τ]ιμᾶς ἀργυρίου μνᾶν τεττάρων, καθὼς ἐπίστευσε Σωσικ[ρά]-
τεια τῶι θεῶι τ[ὰ]ν ὠν[ά]ν, ἐφ’ ὅτωι ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάν[τα]
βίον. παραμεινάτω δὲ Σωσικράτηα παρὰ Νεικαῖον ἄχρι οὗ κα ζώη Νεικαῖος, [π]οιέουσα τὸ ποτιτασ[σόμε]-
νον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. ἐπεὶ δέ κά τι πάθη Νεικαῖος, ἐλευθέρα ἔστω Σωσικράτεια.
10 ἅ κα κατασκεώσηται Σωσικράτεια συνευδοκέοντος Νεικαίου, ἢ ἄλλο [ὅ]τι ἔχη, ἀπελθέτω ἔχου-
σα Σωσικράτεια παρὰ Νεικαίου, ἐπεί κά τι πάθη Νεικαῖος. βεβαιωτῆρες κατὰ τοὺς νόμους τᾶς πόλιος
Κλέων Κλευκρίτου Ἐρειναῖος, Τιμόκριτος Εὐκλείδα Δελφός. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδου-
λισσμῶι Σωσικρατείας, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Νει-
[κ]αῖος καὶ οἱ βεβαιωτῆρες Κλέων, Τιμόκριτος. εἰ δε μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠ-
15 νάν, πράκτιμοι ἐόντων κατὰ τοὺς νόμους τᾶς πόλιος, ὁμοίως δὲ καὶ οἱ παρατυγχάνον-
τες κύριοι ἐόντων συλέοντες Σωσικράτειαν [ὡ]ς ἐλευθέραν ἐο[ῦσ]α[ν]
ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. [μ]άρτυ[ροι] ὁ ἱε-
ρεὺς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ἰατάδας Πά[τ]ρ[ω]νος,
Ἀρχελαος Δαμοσθένεος, Ἁγίων Κλευδάμου, καὶ ἰδιῶται Εὐκλείδα[ς]
20 Καλλείδα, Τιμόκριτος, Δάμων Ξενοστράτου, Βούλω[ν] Πεισ[ι]-
στράτου, Φίλαγρος Διοδ[ώ]ρου, [Ν]ίκαρ[χ]ος Ἰόλλα Ἀμφ[ισ]σεύς,
Ἀλέξανδρος Τισέα Κυτεινιεύς, Χαρίδα[μος]
Ἀνδρομένεος, Φιλοκράτης Φιλοδά-
μου Βοαῖοι καὶ ὁ νεωκόρος Μένης.
Search Help
Contact Us