[ ]
Phokis — Delphi — mid-2nd c. BC
1 | [ἀρ]χοντος Εὐκλέος, μηνὸς Εἰλαίου, |
[ἐπὶ] τοῖσδε ἀπέδοτο Ἀναξανδρίδας | |
Αἰακίδα τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
σῶμα γυναικεῖον ἇι ὄνομα Δημήτρι- | |
5 | α, τὸ γένος Σύραν, τιμᾶς ἀργυρίου |
μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. | |
βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλι- | |
ος Βαβύλος Αἰακίδα. εἰ δέ τις ἅπτοι- | |
το ἐπὶ καταδουλισμῶι Δημητρίας, βέ- | |
10 | βαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὅ |
τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ· ὁ- | |
μοίως δὲ καὶ οἱ παρατυγχάνοντες | |
κύριοι ἔστωσαν συλέοντες Δημή- | |
τριαν ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι | |
15 | ἐόντες καὶ ἀνυπόδικοι πάσας δί- |
[κ]α[ς] καὶ ζαμίας. μάρτυροι τοὶ ἱ- | |
[ερ]εῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνι- | |
[κο]ς, Πραξίας, Μένης, Δάμων, Πισί- | |
[θ]εος Ἥ̣ρυος, Πολυτιμίδας, Μνα- | |
20 | σίθεος. |