[ ]
Phokis — Delphi — ca. 150 BC
1 | ἄρχοντος Δεξώνδα, μηνὸς Ἐνδυσποιτροπίου, ἀπέδοτο Εὐάγγελος |
Πάτρωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σωσιγέ- | |
νης τὸ γένος Ἀλεξανδρῆ, τιμᾶς ἀργυρίου μνᾶν τεττάρων καὶ ἡμιμναί- | |
ου, καθὼς ἐπίστευσε Σωσιγένης τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθε- | |
5 | ρον εἶμεν Σωσιγένη καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρό- |
νον, ποιοῦντα ὅ κα θέλη. βεβαιωτὴρ κατὰ τὸν̣ νόμον Ἀντιγένης | |
Διοδώρου. μάρτυροι οἱ ἱερεῖς. |