FD III 3:33
[ ] Phokis — Delphi — ca. 150 BC
1 ἄρχοντος Δεξώνδα, μηνὸς Ἐνδυσποιτροπίου, ἀπέδοτο Εὐάγγελος
Πάτρωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σωσιγέ-
νης τὸ γένος Ἀλεξανδρῆ, τιμᾶς ἀργυρίου μνᾶν τεττάρων καὶ ἡμιμναί-
ου, καθὼς ἐπίστευσε Σωσιγένης τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθε-
5 ρον εἶμεν Σωσιγένη καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρό-
νον, ποιοῦντα ὅ κα θέλη. βεβαιωτὴρ κατὰ τὸν̣ νόμον Ἀντιγένης
Διοδώρου. μάρτυροι οἱ ἱερεῖς.
Search Help
Contact Us