[ ] Phokis — Delphi — ca. 148 BC
1 ἄρχοντος Θευτίμου τοῦ Θευτίμου, μηνὸς Παναγυρίου, ὡς Ἀμφισσεῖς ἄγοντι,
ἐν Δελφοῖς δὲ ἄρχοντος Θρασυκλέος, μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδον-
το Τέ̣λων καὶ Κλητὼ, συνευδοκέοντος καὶ τοῦ υἱ̣οῦ Στράτωνος, τῶι Ἀπόλλωνι τῶι
Πυθίωι σ̣ῶμα ἀνδρεῖον ὧι ὄνομα Σῶσος, τὸ γένος Καππάδοκα, τιμᾶς ἀργυρίου̣
5 μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίστευσε Σῶσος τῶι θεῶι
τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα
χρόνον. παραμεινάτω δὲ Σῶσος παρὰ Τέλωνα καὶ Κλητὼ ἄχρι οὗ κα ζώωντι Τέλων
καὶ Κλητὼ ποιέων τὸ δυνατόν. εἰ δέ κα μὴ ποιέη, κύριοι ἔστωσαν ἐπιτιμέοντες
αὐτὸν τρόπωι ὧι καθέλωντι πλὰν μὴ πωλέοντες. ἐπεὶ δέ κά τι πάθωντι
10 Τέλων καὶ Κλητώ, ἐλεύθερος ἔστω Σῶσος καὶ ἀνέφαπτος ἀπὸ πάντων
τὸν πάντα χρόνον. βεβαιωτὴρ κατὰ τὸν νόμον Φιλόξενος Δωροθέ-
ου Ἀμφισσεύ<ς>. εἰ δέ τις ἅπτοιτο μετὰ τὸ μεταλλάξαι Τέλωνα καὶ Κλητὼ Σώ-
σου ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτω ὁ βεβαιωτὴρ τῶι θεῶι τὰ[ν]
ὠνάν. εἰ δὲ μὴ παρέχοι βέβαιον, πράκτιμος ἔστω κατὰ τὸν νόμον· ὁμοίως
15 δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Σῶσον ὡς ἐλεύ̣-
θερον ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρ-
τυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες
Τίμων Καλλικλέος, Ἀριστόβουλος Πάτρωνος, Δαμόστρατος Μενε-
στράτου, ἰδιῶται Τυρβαῖος, Εὔδοκος, Τιμόκριτος, Ἰατάδας Δελφοί, Χαρίξενος
20 Θευτίμου, Ἀλ̣έξων Χαριξένου, Ἐρύμηλος, Πολύγνωτος, Εὐβουλίδας Ἀμφισσεῖς,
Ξενοφάνης Τολφώνιος, Δαμόφιλος Τριτεύς.
Search Help