[ ] Phokis — Delphi — ca. 148 BC
1 ἄρχοντος ἐν Δελφοῖς Θρασυκλέος, μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε̣
ἀπέδοτο ․․․․․․․․․, συνευδοκεούσας καὶ τᾶς ματρὸς Δ̣․․․․․․․ καὶ
τοῦ ἀνδρὸς Σ̣․․ο․, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα δύο κορίδια ἐνδογενῆ
αἷς ὀνόματα ․․․․․․․․․․․․․․, τιμᾶς ἀργυρίου μνᾶν πέντε, κα̣ὶ τὰν τιμὰν
5 ἔχει πᾶσαν, καθὼς ἐπίστευσε ․․․․․․․․․․․․․․ τῶι θεῶ̣ι τὰν ὠνάν, ἐφ’ ὧιτε
ἐλ̣εύθεραι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸν πάντα χρόνον. βεβαιω-
τὴρ κατὰ τὸν νόμον τᾶς πόλιος Ἀσκλάπων Γλαύκου. ἐπεὶ δέ κά τι πάθη
․․․․․․․․․․․․․․․․ καὶ ․․․․․ς, ἐλεύθεραι ἔστωσαν ․․․․․ καὶ ․․․․․․․
καὶ ὅσα κα κατασκεώσ̣ωνται ζωόντων τούτων καὶ εὐδοκεόντων, ἀπο-
10 τρεχόντων ἔχουσαι πάντα με<τὰ> τὸ μεταλλάξαι ․․․․․․․․ειαν καὶ ․․․․․․․
καὶ ․․․․․. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτω ὁ βε-
βαιωτὴρ Ἀσκλάπων τῶι θεῶι τὰν ὠνάν. εἰ δέ μὴ παρέχοι βέβαιον τὰν ὠ-
νάν, πράκτιμος ἔστω κατὰ τὸν νόμον· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες
κυρίοι ἐόντων συλέοντες ․․․ι․․ω καὶ ․․․․․α․ ὡς ἐλευθέρας ἐούσας
15 ἀζάμιοι̣ ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἱ ἱε-
ρεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ἀριστόβου-
λος, Δαμόστρατος, Τίμων καὶ ἰδιῶται Μένης, Μενεκράτης, Κλεύξε-
νος, Αἰακίδας Φιλαιτώλου, Ἀλκέτας, Εὐκράτης Καλλίκωνος, Τιμόκριτος
Search Help