[ ]
Phokis — Delphi — ca. 157 BC
1 | ἄρχοντος Πατρέα, μηνὸς Ἰλαίου, ἀπέδοτο Φιλοκράτῆς Ξ̣ένωνος τῶι θεῶι |
σῶμα γυναικεῖον ἇι ὄνομα Εὐπορία, τὸ γένος Σύραν, τιμᾶς ἀργυρίου μνᾶν | |
δύο, κ̣αὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Εὐπορία τῶι θεῶι τὰν ὠνάν, | |
ὥστε ἐλευθέραν̣ καὶ ἀνέφαπτον εἶμεν τὸν πάντα χρόνον. βεβαιωτὴρ κατὰ | |
5 | τὸν νόμ̣ον τᾶς πόλιος Τιμοκλῆς Πολύωνος. εἰ δέ τίς κα καταδουλίσζηται |
Εὐπορίαν, κύριος ἔστω ὁ παρατυγχάνων συλέων αὐτὰν καὶ ὁ βεβαιωτὴρ βε- | |
βαιούτω. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλ̣λωνος Ἀμύντας, Ἀνδρόνικος, | |
Πάσων, Τιμοκλῆς Ἀρχίλλου, Πεισίθεος, Ἡράκων, Ἀριστόμαχος, Μένης. |