[ ] Phokis — Delphi — ca. 157 BC
1 ἄρχοντος Πατρέα, μηνὸς Ἰλαίου, ἀπέδοτο Φιλοκράτῆς Ξ̣ένωνος τῶι θεῶι
σῶμα γυναικεῖον ἇι ὄνομα Εὐπορία, τὸ γένος Σύραν, τιμᾶς ἀργυρίου μνᾶν
δύο, κ̣αὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Εὐπορία τῶι θεῶι τὰν ὠνάν,
ὥστε ἐλευθέραν̣ καὶ ἀνέφαπτον εἶμεν τὸν πάντα χρόνον. βεβαιωτὴρ κατὰ
5 τὸν νόμ̣ον τᾶς πόλιος Τιμοκλῆς Πολύωνος. εἰ δέ τίς κα καταδουλίσζηται
Εὐπορίαν, κύριος ἔστω ὁ παρατυγχάνων συλέων αὐτὰν καὶ ὁ βεβαιωτὴρ βε-
βαιούτω. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλ̣λωνος Ἀμύντας, Ἀνδρόνικος,
Πάσων, Τιμοκλῆς Ἀρχίλλου, Πεισίθεος, Ἡράκων, Ἀριστόμαχος, Μένης.
Search Help