[ ]
Phokis — Delphi — ca. 146 BC
1 | ἄρχοντος Βαβύλου τοῦ Αἰακίδα, μηνὸς Ἰλαίου, βουλευόντων τὰν δευτέραν ἑξάμηνον [Ἰατά]δα |
τοῦ Πάτρωνος, Ἀρχελάου τοῦ Δαμοσθένεος, γραμματεύοντος δὲ Ἁγίωνος τοῦ Κλ[ευ]δά- | |
μου, ἐπὶ τοῖσδε ἀπέδοτο Χρήσιμος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα δύο, τὸ μὲν ἀνδρεῖ[ο]ν | |
ὧι ὄνομα Σέλευκος τὸ γένος Σύρον, τὸ δὲ γυναικεῖον ἇι ὄνομα Ἀφροδισία τὸ γένος | |
5 | Σαρμάτισσαν, τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσα[ν] |
Σέλευκος καὶ Ἀφροδισία τῶι θεῶι τὰν ὠνάν, ὥσστε ἐλεύθεροι εἶμεν καὶ ἀνέφαπτοι ἀπ[ὸ] | |
παντὼ τὸν πάντα βίον ποιέοντες ὅ κα θέλωντι καὶ ἀποτρέχοντες οἷς κα θέλωντι. βε[βαι]- | |
ωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος Καλλικλῆς Τίμωνος. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισ- | |
σμῶι Σελεύκου ἢ Ἀφροδισίας, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμε- | |
10 | νος Χρήσιμος καὶ ὁ βεβαιωτὴρ Καλλικλῆς. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πρά- |
κτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόν- | |
των συλέοντες Σέλευκον καὶ Ἀφροδισίαν ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἐόντες καὶ ἀ- | |
νυπόδικοι πάσας δίκας καὶ ζαμίας. παραμεινάντων δὲ παρὰ Χρήσιμον Σέλευκος καὶ Ἀφροδισία | |
ἄχρι οὗ κα ζώη Χρήσιμος ποιέοντες τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. εἰ δὲ μὴ | |
15 | παραμένοιν ἢ μὴ ποιέοιν τὸ ποτιτασσόμενον, κύριος ἔστω Χρήσιμος ἐπιτιμέων τρόπωι ὧι κα αὐ̣- |
τὸς θέλη. εἰ δὲ μεταλλάξαι Χρήσιμος τὸν βίον, λαβέτωσαν τὰ ὑπάρχοντα Χρησίμου Σέλευκος | |
καὶ Ἀφροδισία καὶ τὰ ποτὶ γᾶν νομιζόμενα αὐτοὶ φροντιζόντων πάντα. μάρτυροι οἱ ἱερεῖς τοῦ | |
Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ἰατάδας, Ἀρχέλαος, Ἁγίων καὶ ἰδιῶται | |
Τιμόκριτος, Μένης, Μεγάρτας, Ξένων Δημητρίου, Πισίθεος Ξένωνος, Αἰακίδας Φιλαιτώλου, | |
20 | Εὐκλείδας Καλλίδα. |