FD III 3:23
[ ] Phokis — Delphi — ca. 148 BC
1 ἄρχοντος Θρασυκλέος, μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσ-
δε ἀπέδοτο Σῶσος Σώσου τῶι Ἀπόλλωνι τῶι Πυθίωι
σῶμα γυναικεῖον  ἇι ὄνομα Σωσίχα, τιμᾶς ἀργυρίου
μνᾶν δύο, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπί-
5 στευσε Σωσίχα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευ-
θέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα
χρόνον. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος
Τιμόκριτος. εἰ δέ τις ἅπτοιτο Σωσίχας ἐπὶ καταδου-
λισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν
10 ὅ τε ἀποδόμενος Σῶσος καὶ ὁ βεβαιωτὴρ Τι-
μόκριτος· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύ-
ριοι ἐόντων συλέοντες Σωσίχαν ὡς ἐλευθέραν
οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας
καὶ ζαμίας. μάρτυροι τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας,
15 Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ἀριστόβουλος, Δαμό-
    στρατος, Τίμων καὶ ἰδιῶται Ἀρτεμίδωρος, Ἀ-
      στόξενος, Ἀσκλάπων, Καλλίας Ἄρχωνος, Διόδω-
        ρος Σωσίππου.
Search Help
Contact Us