[ ]
Phokis — Delphi — ca. 146 BC
1 | [ἄρχ]οντος Βαβύλου τοῦ Αἰακ[ίδ]α, μηνὸς Ἰλαίου, βουλευόντων τὰν |
δ̣ευτέραν ἑξάμηνον Ἰατάδα τοῦ Πάτρωνος, Ἀρχελάου τοῦ Δαμο- | |
[σ]θένεος, γραμματεύοντος δὲ Ἁγίωνος τοῦ Κλευδάμου, ἐπὶ τοῖσ- | |
δε ἀπέδοτο Πολυξένα Πολύωνος, συνευδοκέοντος καὶ τοῦ ἀν- | |
5 | δρὸς αὐτᾶς Φιλοκράτεος καὶ τοῦ υἱοῦ Ξένωνος καὶ τᾶς θυγα- |
τέρος Δαντοῦς, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι | |
ὄνομα Εὐφροσύνα, τὸ γένος Καππαδόκισσαν, τιμᾶς ἀργυρίου | |
μνᾶν τριῶν καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίστευσε Εὐφρο- | |
σύνα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος | |
10 | ἀπὸ πάντων τὸν πάντα βίον ποιέουσα ὅ κα θέλη. βεβαιωτὴρ κα- |
τὰ τὸν νόμον τᾶς πόλιος Διόδωρος Ἡράκωνος. εἰ δέ τι̣ς ἅπτοιτο | |
ἐπὶ καταδουλισσηῶι Εὐφροσύνας, βέ{βε}βαιον {²⁶βέβαιον}²⁶ παρεχόντων τῶι θε- | |
ῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Πολυξένα καὶ ὁ βεβαιωτὴρ Διόδωρος. | |
εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κα- | |
15 | τὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι |
ἐόντων συλέοντες Εὐφροσύναν ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιοι | |
ἐόντες καὶ ἀνυπόδ̣ικ̣οι πάσας δίκας καὶ ζαμίας. μὴ οἰκησάτω δὲ Εὐ- | |
φροσύνα ἐν ἐγδαμία πανοικία ἄχρι οὗ κα Δαντὼ ἐν ἁλικίαν ἵκη- | |
ται καὶ ἀνδρὶ ἐκγδοθῆ. εἰ δὲ ἀπέλθοι καὶ οἰκήσαι ἄνευ τᾶς Πο- | |
20 | λυξένας γνώμας, ἄκυρος καὶ ἀτελὴς ἁ ὠνὰ ἔστω. μάρτυ- |
ροι ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος καὶ οἱ ἄρχον- | |
τες Ἰατάδας, Ἀρχέλαος, Ἁγίων, καὶ ἰδιῶται Τιμόκριτος, | |
Ἀριστόξενος, Ἁγίων Ἐχεφύλου, Γλαῦκος Ξένωνος. |