[ ] Phokis — Delphi — ca. 148 BC
1 [ἄ]ρχ[ον]τος ἐν Δελφοῖς Θρασυκλέος, μηνὸς Ποιτροπίου, ἐν δὲ Λοκρο̣[ῖς]
[ἀγω]νοθετέοντος Δεξιλάου Οἰανθέος, μηνὸς πέμπτου, ἐπὶ τοῖσδε ἀ-
[πέδο]ντο Δαμόφιλος Ἀριστομάχου, Καλλικράτεια Δεξικράτεος
[τῶ]ι Ἀπόλλωνι τῶι Πυθίωι σώ̣μ̣ατα δύο παιδάρια ἐνδογενῆ οἷς ὀ[νό]-
5 [ματα] Σατυρίων, Σόφων, τιμᾶς ἀργυρίου μνᾶν ἑπτά, καὶ τάν τι[μὰν]
[ἔχο]ντι πᾶσαν, καθὼς ἐπίστευσ̣αν Σατυρίων καὶ Σόφων
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεροι εἶμεν καὶ ἀνέφα-
πτοι ἀπὸ πάντων τὸμ πάντα χρόνον, ποιέοντες ὅ κα θέλωντι.
παραμεινάντων δὲ παρὰ Δαμόφιλον καὶ Καλλικράτειαν Σατυ-
10 ρίων καὶ Σόφων ἄχρι οὗ κα ζώωντι Δαμόφιλος καὶ Καλλικράτεια,
ποιέοντες τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνενκλήτως. εἰ δέ
κα μὴ ποιέωντι τὸ ποτιτασσόμενον, κύριοι ἐόντων ἐπιτιμέον-
τες τρόπωι ὧι κα αὐτοὶ θέλωντι. ἐπεὶ δέ κά τι πάθωντι Δαμόφιλος
καὶ Καλλικράτεια, ἐλεύθεροι ἔστωσαν καὶ ἀνέφαπτοι ἀπὸ πάντων
15 τὸν πάντα χρόνον. βεβαιωτῆρες καὶ προστάται κατὰ τοὺς νόμους Θευ-
φάνης, Ἀριστόμαχος Τρειτεῖς. εἰ δέ τις ἐφάπτοιτο μετὰ τὸ μεταλ-
λάξαι Δαμόφιλον καὶ Καλλικράτειαν Σατυρίωνος καὶ Σόφω-
νος ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠ-
νάν. εἰ δὲ μὴ παρέχοιν βέβαιον, πράκτιμοι ἐόντων κατὰ τὸν
20 νόμον· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συ-
λέοντες Σατυρίωνα καὶ Σόφωνα ὡς ἐλευθέρους ἐόντας ἀζάμ[ι]-
οι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἱ ἱ̣[ε]-
ρ̣εῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνι-
κος καὶ οἱ ἄρχοντες Ἀριστόβουλος,
25 Δαμόστρατος, Τίμων,
καὶ ἰδιῶται Τιμόκρι-
τος, Δωροκλῆς, Εὔ-
νικος Τριτεῖς.
Search Help