[ ]
Phokis — Delphi — ca. 53 BC
1 | ἄρχοντος Πάσωνος, μηνὸς Ἰλαίου, βουλευόντων Ἄγωνος, Φιλι̣στ̣ίωνος, ἀπέδοτο |
Καλλίστρατ̣ος καὶ Ξενώ, συνευ̣αρεστεούσας καὶ τᾶς θυγατρὸς αὐτῶν Καλλοῦς, | |
σῶμα οἰκογενὲς ὧι ὄνομα Δέξιππος τῶι Ἀ̣πόλλωνι τῶι̣ Πυθί̣ωι τιμᾶς ἀργυρίου̣ | |
στατήρων τεσσαράκοντ̣α̣ τεσσάρων καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν. βεβαιωτὴρ | |
5 | κατὰ τοὺς νόμους τᾶς πόλιος Νίκανδρος Βούλωνος. εἰ δέ τις ἐφάπτοιτο̣ Δεξίππου ἐ- |
πὶ καταδουλισμῶι, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν οἱ τε ἀποδόμενοι καὶ ὁ βε- | |
[β<α>ιω]τήρ, ἐξουσίαν δὲ ἐχέτω συλέων Δέξιππον ὡς ἐλεύθερον ὄντα ἀζάμιος | |
[ὢ]ν̣ καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι̣ οἵ τε ἱερεῖς τοῦ Ἀ- | |
[πό]λλωνος τοῦ Πυθίου Λαϊάδας Βαβύλου, Νικόστρατος Ἄρχ̣ωνος, καὶ ἰδι[ῶ]- | |
10 | ται Δάμων, Γοργίλος, Ἀριστίων, Βαβύλος. |